Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.744
Not analysed yet
σὰρ, καὶ Σεναχηρείμ· καὶ οὕτως ὕστερος βασιλεὺς Βαβυλῶνος Ναβουχοδονόσορ «τὰ ὀστᾶ αὐτοῦ» κατέφαγεν. Ἀντὶ τοῦ, τῶν προπατόρων τὰ λείψανα. Οὗ δὴ χάριν, φησὶ, ποινὴν αὐτοὺς πράξομαι, καὶ ταῦτα πείσεται, ἃ πέπονθεν ἡ Νινευῒ, ἡ παλαιὰ τῶν Ἀσσυρίων μητρόπολις. Τούτους δὲ τιμωρησάμενος, ἐπανάξω τὸν Ἰσραὴλ εἰς τὴν πατρῴαν γῆν· Βάσαν γὰρ, καὶ Κάρμηλον, καὶ ὄρος Ἐφραῒμ, αὐτὴν καλεῖ. Προλέγει δὲ καὶ τὴν ἐπὶ τὰ κρείττω μεταβολὴν, καὶ τὴν τῆς προτέρας πλάνης ἀπαλλαγήν. Εἶτα «γῆν παραπικραινόντων» πάλιν τὴν τῶν Χαλδαίων καλεῖ· μάχαιραν δὲ τοὺς πολεμίους· καὶ κελεύει τούτοις κατ' ἐκείνων ὁρμῆσαι, καὶ τὰ παρ' αὐτοῦ κελευόμενα πράξαι. «Σφύραν δὲ πάσης τῆς γῆς,» τὴν τῶν Βαβυλωνίων βασιλείαν ὠνόμασεν, ὡς πᾶσι τοῖς ἔθνεσι ἐπενεγκοῦσαν πληγὴν, καὶ τὰς ἄλλας καταλύσασαν βασιλείας. Ἴδιον γάρ ἐστι σφύρας τὸ λεπτύνειν τὰ παρ' αὐτῆς τυπτόμενα. κεʹ, κϛʹ. Ἤνοιξε Κύριος τὸν θησαυρὸν αὑτοῦ, καὶ ἐξήνεγκε τὰ σκεύη τῆς ὀργῆς αὑτοῦ· ὅτι ἔργον ἐστὶ τῷ Θεῷ, καὶ Κυρίῳ τῶν δυνάμεων, ἐν γῇ Χαλδαίων. Ὅτι ἐληλύθασιν οἱ καιροὶ αὐτῆς. Σκεύη ὀργῆς τοὺς πολεμίους καλεῖ, ὡς τῇ ὀργῇ ὑπουργοῦντας. Θησαυροὺς δὲ, τὴν τιμωρητικὴν ψῆφον, καιροὺς δὲ αὐτῆς, τὴν τιμωρίαν ἐκάλεσεν. Οὐκέτι γὰρ, φησὶν, ὁ Δεσπότης μακροθυμήσει, ἀλλ' ἀπαιτήσει δίκας τῆς ἀσεβείας. Εἶτα διδάσκων, ὡς αὐτὸς ἐπάγει τὴν τιμωρίαν, παρακελεύεται καὶ τὰς ἀποθήκας ἐρευνῆσαι, καὶ πάντα διαφθεῖραι, καὶ μηδὲ ἴχνος τῆς προτέρας εὐπραξίας καταλιπεῖν. Προλέγει δὲ καὶ τοὺς ἐκεῖθεν ἀποδιδράσκοντας, τῶν Ἰουδαίων τὸ πλῆθος, καὶ τὴν Ἱερουσαλὴμ καταλαμβάνοντας, καὶ μηνύοντας τὰ κατειληφότα τὴν Βαβυλῶνα κακά. Ἔπειτα παρακελευσάμενος αὐτὴν παθεῖν ἃ δέδρακεν, «Ἀνταπόδοτε γὰρ αὐτῇ, φησὶ, κατὰ τὰ ἔργα αὐτῆς,» καὶ τὴν κατ' αὐτοῦ τοῦ Θεοῦ μανίαν ἐπιδείξας, πρὸς αὐτὴν ποιεῖται τοὺς λόγους. λαʹ. Ἰδοὺ ἐγὼ ἐπὶ σὲ, λέγει Κύριος τῶν δυνάμεων, τὴν ὑβρίστριαν. Ἡ τεθεῖσα προσηγορία τὸν κατὰ τοῦ Θεοῦ τύφον αἰνίττεται, καὶ τὴν εἰς πάντας ἀνθρώπους παρανομίαν δηλοῖ. Ὅτι ἥκει ἡμέρα τῆς πτώσεώς σου, καὶ καιρὸς ἐκδικήσεώς σου. (λβʹ.) Καὶ ἀσθενήσει ἡ ὕβρις σου, καὶ πεσεῖται, καὶ οὐκ ἔσται ὁ ἀνιστῶν αὐτήν· καὶ ἀνάψω πῦρ ἐν τῷ δρυμῷ αὐτῆς, καὶ καταφάγεται πάντα τὰ κύκλῳ αὐτῆς. Δρυμὸν τὸ πλῆθος τῶν ἐνοικούντων· «Τὰ δὲ κύκλῳ,» τοὺς ὑπηκόους· «ἀσθένειαν δὲ ὕβρεως,» τὴν τῆς δυναστείας κατάλυσιν. Ταῦτα δὲ, φησὶ, πείσονται, ὅτι τὸν ἐμὸν ἐξανδραποδίσαντες λαὸν, ἀποδοῦναι τὴν ἐλευθερίαν αὐτοῖς εἰς καιρὸν οὐκ ἠθέλησαν. Τούτου δὴ