Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.745
Not analysed yet
χάριν, ἀπειλεῖ παραδώσειν τοῖς πολεμίοις, καὶ τὴν πόλιν, καὶ τοὺς ἐνοικοῦντας, καὶ τὰ τῆς ψευδολογίας μαντεῖα, καὶ τοὺς ἀριστεύειν ἐν αὐτῇ εἰωθότας, καὶ τοὺς εἰς ἐπικουρίαν αὐτῶν ἀφικομένους, καὶ τοὺς ἀποκειμένους θησαυρούς. Ἀπειλεῖ δὲ καὶ τὸ ὕδωρ αὐτῆς φροῦδον ποιήσειν· ὕδωρ δὲ τροπικῶς τὸ πλῆθος καλεῖ· εἰκὸς δὲ προαγορεύειν καὶ τὰ τῷ ὕδατι συμβησόμενα. Πάλαι γὰρ αὐτὴν μέσην ἔτεμνεν ὁ Εὐφράτης, νῦν δὲ ὁ μὲν ποταμὸς ἐτέτραπτο εἰς ἑτέραν ὁδὸν, σμικροτάτη δὲ διώρυξ διὰ τῶν ἐρειπίων ὁδεύει. Νήσους δὲ καλεῖ τὰς τῆς πόλεως οἰκίας, ὡς κύκλῳ τοὺς περιβόλους ὕδατος περικλύζοντος, καὶ πάλιν ἐν μέσῳ τῆς πόλεως ἐχούσας τὸν ποταμόν. Ἰνδάλματα δὲ τὰς τῶν δαιμόνων φαντασίας καλεῖ· θυγατέρας δὲ Σειρήνων ὁ Σύρος τοὺς στρουθοκαμήλους ἡρμήνευσε· καὶ δαίμονας δὲ ἔθος οὕτω καλεῖν τῇ θείᾳ Γραφῇ, διὰ τὸ καταθέλγειν καὶ ἐξαπατᾷν τοὺς ἀνθρώπους· καὶ οὗτοι μέντοι κἀκεῖνοι τῆς ἐρημίας σημαντικοί. «Καὶ οὐκ οἰκοδομηθήσεται ἔτι εἰς τὸν αἰῶνα, καὶ οὐ κατοικηθήσεται ἔτι εἰς γενεὰς καὶ γενεάς.» Καὶ τετύχηκεν ἀμφότερα πέρατος· οὔτε γὰρ ᾠκοδομήθη, ἀλλ' ἐστέρηται τῶν περιβόλων μέχρι καὶ τήμερον, καὶ ἐπὶ πλεῖστον ἀοίκητος ἔμεινε· τοῦτο γὰρ εἶπεν «εἰς γενεὰς καὶ γενεάς.» Καὶ νῦν δὲ ὀλίγοι τὴν γῆν ταύτην οἰκοῦσιν Ἰουδαῖοι. Ἀπεικάζει δὲ αὐτὴν Σοδόμοις καὶ Γομόῤῥοις, καὶ διὰ τὴν προτέραν ἀσέβειαν, καὶ διὰ τὴν ἐπενεχθεῖσαν ὕστερον ζημίαν. Ὑποδείκνυσι δὲ καὶ τῶν πολεμίων τὴν πανοπλίαν, καὶ ἐοικέναι φησὶ θαλάσσῃ κυμαινούσῃ· καὶ πυρὶ παραβάλλει προθυμίαν. Τῶν δὲ Βαβυλωνίων ὑπὸ δειλίας λέγει παραλυθῆναι τὰς χεῖρας, καὶ τὴν ὀδύνην αὐτῶν ὠδῖσι γυναικὸς ἀπεικάζει. Διδάσκει δὲ καὶ ὡς αὐτὸς στρατηγεῖ τῶν Μήδων. «Ὅτι τίς ὥσπερ ἐγώ· καὶ τίς ἀντιστήσεταί μοι; καὶ τίς οὗτος ποιμὴν, ὃς στήσεται κατὰ πρόσωπόν μου;» Ἐπειδὴ ποιμὴν τοῦ Ἰσραὴλ ὠνομάζετο, ἐνόμισαν δὲ τῆς Βαβυλῶνος οἱ βασιλεῖς αὐτοῦ περιγενήσεσθαι τοῦ τῶν ὅλων Θεοῦ, διδάσκει, ὡς αὐτὸς αὐτοῖς ἐπάγει τὴν τιμωρίαν, ἀσύγκριτον ἔχων τὴν δύναμιν. Εἶτα παρακελεύεται καὶ αὐτὰ διαφθεῖραι τὰ ἀρνία τῶν προβάτων, καὶ τὴν νομὴν ἀφανίσαι· καλεῖ δὲ ἀρνία τὰ βρέφη, νομὴν δὲ τὴν πόλιν, καὶ τὴν ὑποκειμένην γῆν. Περὶ μέντοι τῶν παιδίων καὶ ὁ μακάριος προθεσπίζει Δαβίδ· «Μακάριος γὰρ, φησὶν, ὃς κρατήσει τὰ νήπιά σου, καὶ ἐδαφιεῖ αὐτὰ πρὸς τὴν πέτραν. μϛʹ. Διότι ἀπὸ φωνῆς ἁλώσεως Βαβυλῶνος σεισθήσεται ἡ γῆ, καὶ κραυγὴ αὐτῆς ἐν ἔθνεσιν ἀκουσθήσεται. Ἐπειδὴ γὰρ ἐπίσημος ἦν ἡ πόλις, πάντοσε διέδραμε καὶ τοῦ πάθους ἡ φήμη.