Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.748
Not analysed yet
ΚΕΦΑΛΑΙΟΝ ΝΑʹ Εἶτα διαφόροις ὀνόμασι τοὺς πολεμίους καλεῖ· καὶ πρῶτον μὲν ἄνεμον καύσωνα· διαφθείρειν γὰρ οὗτος πέφυκε τὰ φυτά. Εἶτα ὑβριστάς· διὰ τούτου δὲ δηλοῖ τῆς τιμωρίας τὸ δίκαιον. Πείσῃ γὰρ, φησὶν, ὃ πεποίηκας. Τούτοις ἐντειλάμενος ἀφειδῶς κατὰ πάντων χρήσασθαι τῷ θυμῷ, ἐπήγαγε· εʹ· Διότι οὐκ ἐχήρευσεν Ἰσραὴλ καὶ Ἰούδας ἀπὸ τοῦ Θεοῦ αὑτῶν, ἀπὸ Κυρίου παντοκράτορος, ὅτι ἡ γῆ αὐτῶν ἐπλήσθη ἀνομίᾳ, ἀπὸ τῶν ἁγίων Ἰσραήλ. Διὰ τὴν δεισιδαιμονίαν αὐτῶν, καὶ τὴν παρανομίαν περιεῖδον αὐτούς· οὐ γὰρ δὴ παντελῶς αὐτοὺς τῆς ἐμῆς κηδεμονίας ἐγύμνωσα. ζʹ, ηʹ. Ποτήριον χρυσοῦν Βαβυλὼν ἐν χειρὶ Κυρίου, μεθύσκον πᾶσαν τὴν γῆν ἀπὸ τοῦ οἴνου αὑτῆς· ἔπιεν ἔθνη τοῦτο, ἐσαλεύθη ἔθνη. Καὶ ἄφνω ἔπεσε Βαβυλὼν, καὶ συνετρίβη. Καὶ τὸ ἐνύπνιον ἑρμηνεύων ὁ μακάριος Δανιὴλ, τὴν κεφαλὴν τὴν χρυσῆν αὐτὸν εἶπε τὸν Βαβυλώνιον· καὶ ἐνταῦθα τὴν δι' αὐτοῦ τιμωρίαν, τοῖς ἄλλοις ἐπενεχθεῖσαν ἔθνεσι, ποτήριον χρυσοῦν προσηγόρευσε. Λέγει τοίνυν, ὅτι καὶ τοῖς ἄλλοις ἔθνεσι τὴν τιμωρίαν ἐπήνεγκε, καὶ ἐξαίφνης αὐτὴ παρὰ πᾶσαν ἐλπίδα ἑάλω, καὶ ἀνάστατος γέγονεν. Εἶτα τοῖς εἰς ἐπικουρίαν ἐληλυθόσιν ἔθνεσι λέγει, «Θρηνεῖτε αὐτήν· λάβετε ῥητίνην τῇ διαφθορᾷ αὐτῆς, εἰ πως ἰαθήσεται.» Ἀντὶ τοῦ, προσενέγκατε αὐτῇ τῆς βοηθείας τὰ φάρμακα· κέχρηται δὲ καὶ ἠθοποιίᾳ ὁ προφήτης, καὶ τὴν παρ' ἐκείνων ἀπόκρισιν τίθησιν. θʹ, ιʹ. Ἰατρεύσαμεν αὐτὴν, καὶ οὐκ ἰάθη· ἐγκαταλίπωμεν αὐτὴν, καὶ ἀπέλθωμεν ἕκαστος εἰς τὴν γῆν αὑτοῦ· ὅτι ἤγγικεν εἰς οὐρανὸν τὸ κρῖμα αὐτῆς, καὶ ἐπήρθη ἕως τῶν ἄστρων. Εἰσήνεγκε Κύριος τὸ κρίμα αὐτοῦ. Τοῦτον τοῦ Βαβυλωνίου τὸν τῦφον καὶ ὁ μακάριος προεθέσπισεν Ἡσαΐας· «Εἶπε γὰρ, φησὶν, Ἐπάνω τῶν ἄστρων θήσω τὸν θρόνον μου.» Διδάσκει δὲ σαφέστερον τὸν ὑπουργοῦντα, καὶ τὸν κελεύοντα. ιαʹ, ιβʹ. Ἤγειρε Κύριος τὸ πνεῦμα βασιλέως Μήδων· ὅτι ἐπὶ Βαβυλῶνα ἡ ὀργὴ αὐτοῦ, τοῦ ἐξολοθρεῦσαι αὐτήν· ὅτι ἐκδίκησις Κυρίου ἐστὶν, ἐκδίκησις ναοῦ αὑτοῦ, ἐπὶ τειχῶν Βαβυλῶνος. Ἃ τετόλμηκε κατὰ τοῦ ναοῦ, τοῖς τῆς Βαβυλῶνος περιβόλοις ἐπάξω. Εἶτα εἰρωνικῶς τοῖς Βαβυλωνίοις παρακελεύεται, καὶ φύλακας ἐπιστῆσαι τοῖς τείχεσι, καὶ τούτους διεγεῖραι, καὶ εὐτρεπίσαι τὰ ὅπλα· καὶ διδάσκων, ὡς οὐδὲν αὐτοῖς ὄφελος ἐντεῦθεν γενήσεται, ἐπήγαγε· «Καὶ ποιήσει Κύριος ὅσα