Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.749
Not analysed yet
ἐλάλησεν ἐπὶ τοὺς κατοικοῦντας Βαβυλῶνα.» Προηγόρευσε γὰρ διὰ τῶν προφητῶν τὴν ταύτης κατάλυσιν. «Κατὰ δὲ τοῦ βραχίονος» τὸν Θεὸν ὀμωμοκέναι λέγει, ἀντὶ τοῦ, κατὰ τῆς ἑαυτοῦ δυνάμεως· τοῦτο γὰρ ἐπήγαγεν· ιεʹ, ιϛʹ. Ποιῶν γῆν ἐν τῇ ἰσχύϊ αὑτοῦ· ἑτοιμάζων τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὑτοῦ· ἐν τῇ συνέσει αὑτοῦ ἐξέτεινε τὸν οὐρανόν. Εἰς φωνὴν ἤχους αὐτοῦ ἔθετο πλῆθος ὕδατος ἐν οὐρανῷ, καὶ ἀνήγαγε νεφέλας ἐξ ἐσχάτου τῆς γῆς· ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν· ἐξήγαγε φῶς ἐκ θησαυρῶν αὑτοῦ. Καὶ τὰ τῆς δημιουργίας τέθεικεν, καὶ τὰ τῆς προμηθείας· οὐ γὰρ μόνον πεποίηκε τὰ σύμπαντα, ἀλλὰ καὶ διατελεῖ κυβερνῶν. Τὸ «εἰς φωνὴν ἤχους αὐτοῦ ἔθετο πλῆθος ὕδατος ἐν οὐρανῷ,» διδάσκει τὸν διὰ τῶν νεφελῶν τῆς βροντῆς ἐπιτελούμενον κτύπον. Παρατίθησι δὲ τῇ θεολογίᾳ τὴν τῶν δαιμόνων ἀσθένειαν· καὶ δείκνυσιν αὐτὰ τῆς τῶν χρυσοχόων δεόμενα τέχνης, καὶ ὅτι ὑπ' ἄλλων γινόμενα, οὐδὲ τοῖς ἀλόγοις ζώοις ἀναπνεῖν ὁμοίως ἰσχύει. Προλέγει δὲ αὐτῶν καὶ τὴν παῦλαν. Ἐν καιρῷ γὰρ, φησὶν, ἐπισκοπῆς ἀπολοῦνται. (ιθʹ.) Οὐ τοιαύτη ἡ μερὶς τῷ Ἰακὼβ, ὅτι ὁ πλάσας τὰ πάντα αὐτός ἐστι μερὶς αὐτοῦ καὶ Ἰσραὴλ ῥάβδος κληρονομίας αὐτοῦ· Κύριος τῶν δυνάμεων ὄνομα αὐτῷ. Τῆς Βαβυλῶνος ἐκεῖνοι θεοὶ, τοῦ δὲ Ἰσραὴλ ὁ τῶν ἁπάντων ποιητής. Εἰκότως τοίνυν οἱ μὲν καταλύονται, οἱ δὲ ἐπανέρχονται. κʹ. Διασκορπίζεις σύ μοι σκεύη πολέμου, καὶ διασκορπιῶ ἔθνη ἐν σοί. Τοῦτο ὁ Σύρος ἡρμήνευσεν, «Ἑτοίμασόν μοι σκεύη πολέμου.» Κατὰ μέντοι τὴν ἑλληνικὴν ἑρμηνείαν, οὕτω νοητέον· Ἐπειδὴ τοῖς ὅπλοις σου κατὰ τοῦ ἐμοῦ ἐχρήσω λαοῦ, καὶ βέλη καὶ δόρατα κατὰ τούτων ἠκόντισας, κἀγὼ διασκορπιῶ ἔθνη ἐν σοί. Τοῦτο γὰρ λέγει· Σκορπίσας σκεδάσω κἀγὼ τὰ εἰς ἐπικουρίαν σου ἐληλυθότα ἔθνη, καὶ τοὺς ἵππους, καὶ τοὺς τούτων ἀναβάτας, καὶ πᾶσαν ἡλικίαν, καὶ γένος ἑκάτερον, καὶ ἄρχοντας, καὶ ἀρχομένους, καὶ ποιμαίνοντας, καὶ γεωργοῦντας. Καὶ ταῦτα πείσεσθε, ὑπὲρ ὧν κατὰ τῆς Σιὼν ἐτολμήσατε. κεʹ. Ἰδοὺ ἐγὼ πρὸς σὲ, τὸ ὄρος τὸ διεφθαρμένον, λέγει Κύριος, τὸ διαφθεῖρον πᾶσαν τὴν γῆν. Ὄρος αὐτὴν καλεῖ διὰ τὸ περιφανὲς τῆς δυναστείας, διεφθαρμένον δὲ διὰ τὸ δυσσεβὲς καὶ παράνομον. «Καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ, καὶ κατακυλιῶ σε ἀπὸ τῶν πετρῶν.» Τουτέστι,