Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.752
Not analysed yet
ταπεινήν σε δείξω. «Καὶ δώσω σε εἰς ὄρος ἐμπεπυρισμένον,» ἀντὶ τοῦ, ἄχρηστον παντελῶς· καὶ τοῦτο δηλοῖ τὰ ἑξῆς. κϛʹ. Καὶ οὐ μὴ λάβωσιν ἀπὸ σοῦ λίθον εἰς γωνίαν, καὶ λίθον εἰς θεμέλιον, ὅτι εἰς ἀφανισμὸν ἔσῃ εἰς τὸν αἰῶνα, λέγει Κύριος. Οὔτε βασιλέα, οὔτε ἄρχοντα ἐκ τῶν νέων οἰκητόρων ἐχειροτόνησαν· οἱ μὲν γὰρ θεμέλιοι τὴν οἰκοδομὴν φέρουσιν, αἱ δὲ γωνίαι συνάπτουσιν. κζʹ. Ἄρατε σημεῖον ἐπὶ τῆς γῆς, σαλπίσατε σάλπιγγι ἐν ἔθνεσιν· ἁγιάσατε ἐπ' αὐτὴν ἔθνη. Ἀντὶ τοῦ ἀφορίσατε. Παραγγείλατε ἐπ' αὐτὴν βασιλείαις Ἀραρὰτ παρ' ἐμοῦ, καὶ τοῖς Ἀσχαναζαίοις. Ἀραρὰτ τὴν Ἀρμενίαν καλεῖ· Ἀσχαναζαῖοι δὲ, ἔθνος ἕτερον ἐκείνοις πελάζον. Τούτους δὲ πάντας ὁ Περσῶν καὶ Μήδων συνήγαγε βασιλεύς· τοῦτο γὰρ ἐπάγει· κηʹ. Ἁγιάσατε ἐπ' αὐτὴν ἔθνη· τὸν βασιλέα τῶν Μήδων, καὶ ἡγουμένους αὐτοῦ, καὶ πάντας τοὺς στρατηγοὺς αὐτοῦ. Λέγει δὲ καὶ τὴν γῆν σεισθῆναι. κθʹ. Διότι ἐξανέστη ἐπὶ Βαβυλῶνα λογισμὸς Κυρίου, τοῦ θεῖναι τὴν γῆν Βαβυλῶνος εἰς ἀφανισμὸν, τοῦ μὴ κατοικεῖσθαι αὐτήν. Προλέγει καὶ τὴν πολιορκίαν, καὶ τὴν ἀσθένειαν τῶν ἔνδοθεν πολεμούντων, καὶ τὸν τῆς πόλεως ἐμπρησμὸν, καὶ τοὺς τῷ βασιλεῖ τὴν ταύτης μηνύοντας ἅλωσιν. Ἀπεικάζει καὶ ἅλῳ λεπτυνθείσῃ, καὶ ἀμητῷ ὡρίμῳ, τῶν οἰκιῶν τὴν κατάλυσιν. Τίθησι καὶ τῆς Ἱερουσαλὴμ τὰ ῥήματα, ἃ περὶ τοῦ Βαβυλωνίων ἔλεγε βασιλέως. λδʹ. Ἐμερίσατό με, κατέφαγέ με, κατέλαβέ με ὡς σκότος λεπτὸν, Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος. Ὁ λεπτότατος ἀὴρ μᾶλλον τῶν ἡμετέρων καθικνεῖται σωμάτων. Λέγει τοίνυν, ὅτι Τὸ σκότος τῆς συμφορᾶς καὶ αὐτά μου τῆς ψυχῆς ἐπλήρωσε τὰ μέλη. «Κατέστησέ με ὡς σκεῦος κενὸν, καὶ κατέπιέ με ὡς δράκων· ἐνέπλησε τὴν κοιλίαν αὑτοῦ ἀπὸ τῆς τρυφῆς μου.» Πάντων, φησὶν, ἐγύμνωσέ με τῶν ἀγαθῶν, καὶ δράκοντα ἐμιμήσατο στρουθῶν νεοττοὺς καταπιόντα, πάντα μου τὸν πλοῦτον λαβὼν, καὶ τῆς εὐπραξίας γυμνώσας. Διδάσκει δὲ, ὡς αἱ παρανομίαι αὐτῆς καὶ αὐτὴν ἀσθενῆ, κἀκεῖνον ἀπέφηναν ἰσχυρόν. λεʹ. Ἔξωσάν με οἱ μόχθοι μου, καὶ αἱ ταλαιπωρίαι μου εἰς Βαβυλῶνα, ἐρεῖ κατοικοῦσα Σιών· καὶ τὸ αἷμά μου, ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίαν, ἐρεῖ Ἱερουσαλήμ. Ἐκδικηθήσεται, φησὶ, τὸ αἷμά μου παρ' αὐτῶν, καὶ δίκας τίσουσιν ὧν παρηνόμησαν