Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.753
Not analysed yet
εἰς ἐμέ. Οὕτω τὰ περὶ τῆς Ἱερουσαλὴμ ὁ προφήτης δείκνυσι, καὶ τὴν παρὰ τοῦ Θεοῦ ἐξενεχθεῖσαν δικαίαν ψῆφον. λϛʹ. Διὰ τοῦτο τάδε λέγει Κύριος· Ἰδοὺ ἐγὼ κρινῶ τὸν ἀντίδικόν σου, καὶ ἐκδικήσω τὴν ἐκδίκησίν σου. Ἐπειδὴ ἔγνως τὴν ἀπὸ τῆς ἁμαρτίας ἐγγιγνομένην βλάβην. «Καὶ ἐρημώσω τὴν θάλασσαν αὐτῆς.» Τουτέστι, τὸ πλῆθος τῶν ὑπηκόων. «Καὶ ξηρανῶ τὴν πηγὴν αὐτῆς.» Τὴν βασιλείαν, καὶ τὴν κατὰ πάντων δυναστείαν. Εἶτα λέγει καὶ τὰ τῆς ἐρημίας ἴδια, περὶ ὧν πολλάκις εἰρήκαμεν· «Οὐ κατοικηθήσεται δὲ ἐπὶ τὸ αὐτό.» Ὀλίγας γὰρ ἔχει νῦν οἰκίας, καὶ ταύτας ἐσκεδασμένας. Ἀπεικάσας δὲ λέουσι τοὺς ἀριστέας αὐτῆς, προλέγει αὐτῶν τήν τε δειλίαν, καὶ τὸν ὄλεθρον. λθʹ, μʹ. Δώσω γὰρ, φησὶ, πότημα αὐτοῖς, καὶ μεθύσω αὐτοὺς, ὅπως καρωθῶσι, καὶ ὑπνώσωσιν ὕπνον αἰώνιον, καὶ οὐ μὴ διεγερθῶσι, λέγει Κύριος. Καὶ καταβιβάσω αὐτοὺς ὡς ἄρνας εἰς σφαγὴν, καὶ ὡς κριοὺς μετ' ἐρίφων. Τούς τε ἄρχοντας καὶ ἀρχομένους, καὶ μετὰ τοῦ βασιλέως τοὺς ὑπηκόους· ἄρνας γὰρ καὶ ἐρίφους τοὺς ὑπηκόους ἐκάλεσε, κριοὺς δὲ τοὺς ἄρχοντας. μαʹ. Πῶς ἑάλω Σεσὰχ, καὶ ἐθηρεύθη τὸ καύχημα πάσης τῆς γῆς; Αὐτὴν οὕτω καλεῖ τὴν Βαβυλῶνα. Καὶ γὰρ τὸν ταύτης βασιλέα Σεσὰχ ἐν τοῖς πρόσθεν ἑρμηνευομένοις προσηγόρευσε. Εἰκὸς δὲ αὐτὴν οὕτως ὀνομασθῆναι πάλαι, μετονομασθῆναι δὲ Βαβυλῶνα. Ὅτι γὰρ τὴν πόλιν οὕτω καλεῖ, τὰ ἐπαγόμενα μαρτυρεῖ. «Πῶς ἐγένετο Βαβυλὼν εἰς ἀφανισμὸν ἐν πᾶσι τοῖς ἔθνεσι;» Δείκνυσι καὶ τῶν ἐπιστρατευσάντων τὸ πλῆθος. μβʹ. Ἀνέβη ἐπὶ Βαβυλῶνα ἡ θάλασσα· ἐν ἤχῳ κυμάτων αὐτῆς κατελήφθη. Εἶτα προαγορεύσας τὴν ἐρημίαν, πάλιν εἰς μέσον φέρει τὸν Βήλ. μδʹ. Ἐκδικήσω γὰρ, φησὶν, ἐπὶ τὸν Βὴλ ἐν Βαβυλῶνι, καὶ ἐξοίσω ἃ κατέπιεν ἐκ τοῦ στόματος αὐτοῦ· καὶ οὐ μὴ συναχθῶσι πρὸς αὐτὸν ἔτι τὰ ἔθνη. Μέμνηται καὶ ὁ Δανιὴλ τῆς προσφερομένης αὐτῷ τροφῆς, καὶ ὅπως ταύτην οἱ ἱερεῖς κατηνάλισκον. Προλέγει δὲ ὁ προφητικὸς λόγος καὶ τῆς πλάνης τὴν παῦλαν· ψυχαγωγεῖ δὲ καὶ τὸν λαὸν, καὶ παρακελεύεται μὴ δεῖσαι τὰ ἐπερχόμενα τῇ Βαβυλῶνι κακὰ, καὶ διδάσκει ὡς πρὸ πολλοῦ ταῦτα μεμήνυται.