Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.756
Not analysed yet
μϛʹ. Εἰσελεύσεται γὰρ ἐν τῷ αὐτῷ ἐνιαυτῷ ἡ ἀκοὴ, καὶ μετ' αὐτὸν ἐν τῷ ἐνιαυτῷ ἡ ἀκοὴ καὶ ἡ ἀδικία ἐν τῇ γῇ. Καὶ ἐξουσιαστὴς ἐπὶ ἐξουσιαστὴν, καὶ παραβολὴ ἐπὶ παραβολήν. Πρὸ γὰρ ἑνὸς καὶ δύο ἐνιαυτῶν τῆς ἐφόδου τῶν πολεμίων μηνυομένης, ἐπέμειναν ἀδικοῦντες καὶ συνήθως παρανομοῦντες. Διά τοι τοῦτο καὶ τοῖς προσκυνουμένοις γλυπτοῖς, καὶ τοῖς προσκυνοῦσιν αὐτὰ, τὸν ὄλεθρον ἀπειλεῖ, καὶ τὴν κτίσιν πᾶσαν ἐπὶ τῇ πανωλεθρίᾳ ταύτης εὐφραίνεσθαι λέγει· διδάσκει δὲ καὶ τῆς τιμωρίας τὸ δίκαιον. μθʹ. Καὶ μέντοι ἐν Βαβυλῶνι, τοῦ πεσεῖν τραυματίας Ἰσραὴλ ἐν αὐτῇ. Καὶ τῆς οὖν Βαβυλῶνος πεσοῦνται τραυματίαι ὑπὸ πάσης τῆς γῆς· ἃ γὰρ εἰς τὸν Ἰσραὴλ εἰργάσατο, ὑφ' ἑτέρων πείσεται. νʹ. Ἀνασωζόμενοι ἐκ γῆς, πορεύεσθε, καὶ μὴ ἵστασθε· μνήσθητε, οἱ μακρόθεν, τοῦ Κυρίου. Τοῖς αἰχμαλωτευθεῖσιν Ἰουδαίοις ταῦτα λέγει. «Καὶ Ἱερουσαλὴμ ἀναβήτω ἐπὶ τὴν καρδίαν ὑμῶν.» Τῆς ἀνακειμένης τῷ Θεῷ μὴ ἐπιλάθησθε πόλεως. Εἶτα ἐκ προσώπου ἐκείνων· ναʹ. ᾘσχύνθημεν, ὅτι ἠκούσαμεν ὀνειδισμὸν ἡμῶν. Κατεκάλυψεν ἀτιμία τὸ πρόσωπον ἡμῶν. Εἰσῆλθον ἀλλογενεῖς εἰς τὰ ἅγια ἡμῶν, εἰς οἶκον Κυρίου. Οὕτω τούτων ἀποδυρομένων, ὁ Δεσπότης ἔφη· νβʹ, νγʹ. Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐκδικήσω ἐπὶ τὰ γλυπτὰ αὐτῆς, καὶ ἐπὶ πάσῃ τῇ γῇ αὐτῆς πεσοῦνται τραυματίαι. Ὅτι ἐὰν ἀναβῇ Βαβυλὼν ὡς ὁ οὐρανὸς, καὶ ἐὰν ὀχυρώσῃ ὕψος τῆς ἰσχύος αὑτῆς, παρ' ἐμοῦ ἥξουσιν ἐξολοθρεύοντες αὐτὴν, λέγει Κύριος. Περιβόλους εἶχε μεγίστους, καὶ λίαν ὑψηλούς· διδάσκει τοίνυν ὁ Δεσπότης Θεὸς, ὡς οὐδεμίαν ὄνησιν ἐκεῖθεν καρπώσονται, αὐτοῦ κατ' αὐτῶν τὴν ψῆφον ἐκφέροντος. Συνάπτει δὲ τῇ θείᾳ ψήφῳ τὸ ἔργον, καί φησι· νδʹ, νεʹ. Φωνὴ κραυγῆς ἐν Βαβυλῶνι, καὶ συντριβὴ μεγάλη ἐν γῇ Χαλδαίων. Ὅτι ἐξωλόθρευσε Κύριος τὴν Βαβυλῶνα, καὶ ἀπώλεσεν ἐξ αὐτῆς φωνὴν ἠχοῦσαν ὡς ὕδατα πολλά. Τὸ πλῆθος τῶν οἰκητόρων διὰ τούτων δεδήλωκεν· καὶ οὐδὲν, φησὶν, ἀπώνατο τῶν τόξων, οὔτε τῶν δοράτων, τοῦ Θεοῦ δίκας αὐτὴν πραττομένου. Πρὸς γὰρ τοῖς στρατηγοῖς, καὶ τοῖς ἀριστεῦσι, «Καὶ τὸ μέγιστον τεῖχος αὐτῆς κατασκαφήσεται, καὶ αἱ ὑψηλαὶ πύλαι πυρὸς γενήσονται παρανάλωμα.» Οὕτω ταῦτα προειρηκὼς, διδάσκει, ὡς τήνδε τὴν πρόῤῥησιν ἔγραψεν ἐν τῷ τετάρτῳ τῆς Σεδεκίου βασιλείας, τοῦ Θεοῦ τοῦτο προστάξαντος· καὶ τὸ βιβλίον ἔδωκε τῷ.