Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.757
Not analysed yet
Σαραίᾳ, ὃς εἰς τὴν Βαβυλῶνα παρὰ Σεδεκίου ἐπέμφθη· καὶ ὡς τοῦτο παρηγγύησεν ἀναγνῶναι τὸ βιβλίον ἐν Βαβυλῶνι, καὶ εἰπεῖν· ξβʹ. Κύριε, σὺ ἐλάλησας ἐπὶ τὸν τόπον τοῦτον, τοῦ ἐξολοθρεῦσαι αὐτὸν, καὶ τοῦ μὴ εἶναι ἐν αὐτῷ κατοικοῦντα, ἀπὸ ἀνθρώπου ἕως κτήνους, ὅτι ἀφανισμὸς εἰς τὸν αἰῶνα ἔσται. Ταῦτα δὲ, ἔφη, προσευξάμενος, καὶ λίθῳ τὸ βιβλίον προσδήσας, ῥίψον εἰς τὸν Εὐφράτην, καὶ ἐρεῖς· ξδʹ. Οὕτως καταδύσεται Βαβυλὼν, καὶ οὐ μὴ ἀναστῇ ἀπὸ προσώπου τῶν κακῶν, ὧν ἐγὼ ἐπάγω ἐπ' αὐτήν. Τοῦτο δὲ εἰς ψυχαγωγίαν τῶν αἰχμαλώτων γενέσθαι προσέταξεν ὁ Δεσπότης· ἵνα μαθόντες καὶ ταύτης τὴν ἅλωσιν, καὶ τὴν οἰκείαν ἐλευθερίαν, παραψυχὴν ἔχωσι τῶν ἀγαθῶν τὴν ἐλπίδα. Ἡ μὲν οὖν προφητεία ἐντεῦθεν ἔσχε τὸ τέλος. ΚΕΦΑΛ. ΝΒʹ. Ἱστορικώτερον δὲ διέξεισι τὰ ἑξῆς· καὶ διδάσκων, ὅπως τε ἐβασίλευσεν ὁ Σεδεκίας, καὶ ὅτι παρανομῶν διετέλεσε· καὶ ὡς ἐν τῷ ἐννάτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἐπεστράτευσε Ναβουχοδονόσορ, καὶ τὴν Ἱερουσαλὴμ πολιορκῶν διετέλεσε μέχρις ἑνδεκάτου ἔτους, ἕτερον ἔξωθεν ἐγείρας περίβολον ἀπὸ λίθων μεγίστων· καὶ ὅπως ὁ λιμὸς τοὺς ἔνδον τῶν πολεμίων χαλεπώτερον κατειργάζετο. Διηγεῖται δὲ, ὡς τοῦ τείχους πεσόντος νύκτωρ ἀπέδρασαν οἱ δυνατοὶ σὺν τῷ βασιλεῖ, καὶ ὡς οἱ Χαλδαῖοι διώξαντες συνέλαβόν τε αὐτοὺς, καὶ ἀπήγαγον εἰς Δεβλαθὰ, καὶ παρέστησαν τῷ Ναβουχοδονόσορ· ὁ δὲ διελέγξας ἐπὶ τῇ τῶν ὅρκων παραβάσει τὸν Σεδεκίαν, πρῶτον μὲν ἀνεῖλε τοὺς υἱοὺς αὐτοῦ, εἶτα τοὺς ἄρχοντας· καὶ ὅτι μετὰ τὴν πικρὰν ἐκείνην θεωρίαν, τοῦ βασιλέως τοὺς ὀφθαλμοὺς ἐξορύξας, καὶ πέδας αὐτῷ παραθεὶς, ἀπήγαγέ τε εἰς Βαβυλῶνα, καὶ μύλωνι παρέδωκε. Διδάσκει τε καὶ ὅπως Ναβουζαρδὰν ὑπὸ τοῦ Ναβουχοδονόσορ ἀποσταλεὶς, καὶ τὸν θεῖον νεὼν ἐνέπρησε, καὶ πρὸς τούτῳ τὰ βασίλεια, καὶ τὰς λαμπρὰς τῆς πόλεως οἰκίας, καὶ τοὺς περιβόλους τοῦ ἄστεως ἐκ βάθρων ἀνέσπασεν· ἀπήγαγε δὲ καὶ ἅπαντας τοὺς λοιποὺς εἰς Δεβλαθὰ, ὀλίγους τινὰς τῶν πενήτων καταλιπὼν, ὥστε τὴν γῆν γεωργεῖν. Καὶ τοὺς στύλους τοὺς χαλκοῦς τοὺς παμμεγέθεις, οὓς Σολομὼν κατεσκευάκει, καὶ τὴν θάλασσαν τὴν χαλκῆν χωνεύσας, ἀπεκόμισεν εἰς Βαβυλῶνα, καὶ τοὺς ποδιστῆρας, καὶ τοὺς ἀναληπτῆρας· τοὺς δὲ ποδιστῆρας ὁ Σύρος νιπτῆρας ποδῶν ἡρμήνευσε. Καὶ τὰ ἄλλα δὲ σκεύη μετὰ τούτων ἀπήνεγκε. Σαπφὼθ δὲ τοὺς ὀβελίσκους καλεῖ· διδάσκει δὲ, ὅπως καὶ τὸν πρῶτον ἱερέα, καὶ τὸν δεύτερον, καὶ τοὺς μετὰ τούτων ἀπαχθέντας ἀνεῖλε τῶν Βαβυλωνίων ὁ βασιλεύς· λέγει