Ancient Greek · ~6 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.760
Not analysed yet
τε καὶ τῶν ἀπαχθέντων αἰχμαλώτων τὸν ἀριθμόν· πρὸς δὲ τούτοις ἐξηγεῖται, ὅπως μετὰ τὰ ἑπτὰ καὶ τριάκοντα ἔτη τῆς Ἰεχονίου αἰχμαλωσίας· αὐτὸν γὰρ Ἰωακεὶμ ὀνομάζει· Ἀϊλὰδ Μαροδὰκ βασιλεὺς τοῦτον αὐτὸν τὸν Ἰεχονίαν τῆς εἱρκτῆς ἠλευθέρωσε, καὶ μεταδοὺς εὐμενείας, ἠξίωσε θρόνων βασιλικῶν, καὶ πρὸ τῶν ἄλλων αὐτὸν βασιλέα καθῆσθαι προσέταξε, καὶ ὁμοδίαιτον εἶχεν, ἀφθόνως αὐτῷ χορηγῶν τὴν τῶν ἀναγκαίων ἀπόλαυσιν. Καὶ τοῦτο δὲ τὴν τοῦ Δεσπότου φιλανθρωπίαν κηρύττει. Κολάζων γὰρ ἐλεεῖ, καὶ παιδείαν ἐπάγων ψυχαγωγεῖ, καὶ τοῦ δικαίου τὴν ψῆφον τῇ φιλανθρωπίᾳ κιρνᾷ. Ἡμεῖς τοίνυν τῆς κρίσεως τὸ δίκαιον δείσωμεν, καὶ τῇ φιλανθρωπίᾳ θαῤῥοῦντες, μὴ ἀπαγορεύσωμεν τὴν σωτηρίαν· ἀλλὰ τὸν θεῖον προσμείνωμεν ἔλεον, καὶ τὴν εὐθεῖαν πορείαν ὁδεύωμεν, ἵνα τὸ μακάριον καταλάβωμεν τέλος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἡμῶν ἡ δόξα, σὺν τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεῖ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΜΟΣ ΙΑʹ. ΒΑΡΟΥΧ. ΚΕΦΑΛΑΙΟΝ. Αʹ. Ὁ θαυμάσιος Βαροὺχ συναπῆρε μὲν εἰς Αἴγυπτον τοῖς πεφευγόσιν Ἰουδαίοις· τοῦτο γὰρ ἐν τοῖς πρόσθεν ἐδιδάχθημεν· μετὰ πέντε μέντοι ἔτη τοῦ ἁλῶναι τὴν πόλιν, τὴν Βαβυλῶνα κατέλαβε. Πᾶσαν γὰρ εἰσέφερον σπουδὴν τῆς εὐσεβείας οἱ τρόφιμοι, ὥστε τοὺς ἀσθενεῖς ἐπερείδειν, καὶ πρὸς τὴν ἀλήθειαν ποδηγεῖν. Ἀφικόμενος τοίνυν εἰς τὴν Βαβυλῶνα, τοῦ θείου Ἱερεμίου τὴν προφητείαν ὑπανέγνω πᾶσι τοῖς αἰχμαλώτοις, καὶ μέντοι καὶ τῷ Ἰεχονίᾳ, ὃς ὀλίγον βασιλεύσας χρόνον ἐγένετο δορυάλωτος· καὶ οὐ διήμαρτε τοῦ σκοποῦ. Εἰς αἴσθησιν γὰρ αὐτοὺς ἤνεγκε τῶν προτέρων ἁμαρτημάτων, ὡς καὶ γνῶναι τῆς συμφορᾶς τὴν αἰτίαν, καὶ δάκρυα προχέαι πολλὰ, καὶ χρήματα εἰσενεγκεῖν ἕκαστον, καὶ ταῦτα ἀποστεῖλαι τοῖς ὑπολειφθεῖσιν ἱερεῦσιν εἰς Ἱερουσα-