Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.761
Not analysed yet
λὴμ, ὥστε ἱερεῖα πρίασθαι, καὶ ταῦτα θῦσαι, καὶ τὸν Δεσπότην Θεὸν ἱλεώσασθαι. Τὸ γὰρ μάννα θυσίαν οἱ Ἑβραῖοι καλοῦσι. Αἰτοῦσι δὲ ζωὴν, καὶ τῷ Ναβουχοδονόσορ, καὶ τῷ Βαλτάσαρ τῷ υἱῷ αὐτοῦ. Οὕτω καὶ ὁ θεῖος Ἀπόστολος ὑπὲρ τῶν ἔτι πολεμούντων τῇ εὐσεβείᾳ βασιλέων, καὶ τῶν ἐν ὑπεροχῇ καὶ ἐξουσίᾳ ὄντων, ἐνομοθέτησεν εὔχεσθαι. Τοσαύτη συμφωνία τῶν παλαιῶν πρὸς τὰ νέα. Αἰτοῦσι δὲ καὶ αὐτοὶ δουλεύειν ἠναγκασμένοι φωτισθῆναι τοὺς ὀφθαλμοὺς, ἵνα μή τινα ὑπομένωσι πλάνην. Ἀναμιμνήσκουσι δὲ καὶ τῶν οἰκείων ἁμαρτημάτων, καὶ τῆς ψήφου τῆς θείας ὁμολογοῦσι τὸ δίκαιον. Παρακαλοῦσι δὲ καὶ αὐτὴν αὐτῶν ἀναγνωσθῆναι τῷ Θεῷ τὴν ἐπιστολὴν ἐν ταῖς λαμπραῖς ἑορταῖς. ιεʹ. ιϛʹ. Καὶ ἐρεῖτε, φησὶ, Τῷ κυρίῳ Θεῷ ἡμῶν ἡ δικαιοσύνη, ἡμῖν δὲ ἡ αἰσχύνη τοῦ προσώπου ἡμῶν, ὡς ἡ ἡμέρα αὕτη ἀνθρώπῳ Ἰούδα, καὶ τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ, καὶ τοῖς ἄρχουσιν ἡμῶν, καὶ τοῖς ἱερεῦσιν ἡμῶν, ἐναντίον Κυρίου. Δικαιοτάτη, φησὶν, ἡ καθ' ἡμῶν ἐξενεχθεῖσα τοῦ Θεοῦ ψῆφος· ἡμεῖς δὲ αἰσχύνης ἄξιοι, κοινῇ πάντες παρανομήσαντες. Μετὰ γὰρ τῶν βασιλέων, καὶ οἱ ἱερεῖς τὴν ἐναντίαν ἐτρέποντο. ιζʹ, ιηʹ. Ὅτι ἠπιστήσαμεν αὐτῷ. Καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς Κυρίου Θεοῦ ἡμῶν, πορεύεσθαι τοῖς προστάγμασι Κυρίου, οἷς ἔδωκε κατὰ πρόσωπον ἡμῶν. Ἀναμιμνήσκονται δὲ καὶ τῶν παλαιῶν. ιθʹ. Ἐξ οὗ γὰρ τῆς Αἰγυπτίων δουλείας ἠλευθερώθησαν οἱ πατέρες ἡμῶν, μέχρι τοῦ παρόντος, παραβαίνοντες τὸν θεῖον διετελέσαμεν νόμον· καὶ ἐσχεδιάζομεν πρὸς τὸ μὴ ἀκούειν τῆς φωνῆς αὐτοῦ. Τὸ δὲ «ἐσχεδιάζομεν,» ἀντὶ τοῦ, «καὶ ἐπενοοῦμεν ἁμαρτημάτων εἴδη·» τοὺς τοιούτους καὶ ὁ μακάριος Παῦλος ἐφευρετὰς καλεῖ κακῶν· ἐδρεψάμεθα δὲ, φησὶ, τοὺς τῶν ἁμαρτημάτων καρπούς. κʹ. Ἐκολλήθη γὰρ εἰς ἡμᾶς τὰ κακὰ, καὶ ἡ ἀρὰ, ἣν συνέταξε Κύριος τῷ Μωσεῖ τῷ παιδὶ αὑτοῦ. Περιέχει καὶ τὰς ἀρὰς, καὶ τὰς εὐλογίας ὁ νόμος· τοῖς μὲν φυλάσσουσι τὰς εὐλογίας, τοῖς δὲ παραβαίνουσι τὰς ἀράς. ΚΕΦΑΛΑΙΟΝ Βʹ. Λέγουσι δὲ, ὅπως καὶ τῶν προφητῶν κατεφρόνουν ὑπὸ τοῦ Θεοῦ πρὸς αὐτοὺς πεμπομένων, καὶ ὅτι τὰ προῤῥηθέντα ὑπ' ἐκείνων τετύχηκε πέρατος. βʹ. Καὶ ἤγαγε, φησὶν, ἐφ' ἡμᾶς κακὰ μεγάλα, ἃ οὐκ ἐποιήθη ὑποκάτω παντὸς τοῦ οὐρανοῦ,