Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.764
Not analysed yet
καθὰ ἐποίησεν ἐν Ἱερουσαλήμ. Καὶ διδάσκοντες, ὡς καὶ ταῦτα προεῤῥέθη, ἐπήγαγον· «Κατὰ τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωσοῦ.» γʹ. Τοῦ φαγεῖν ἄνθρωπον υἱοῦ αὐτοῦ σάρκας, καὶ ἄνθρωπον σάρκας θυγατρὸς αὑτοῦ. Ἡ γὰρ πολιορκία κατεσκεύασε τὸν λιμόν· ὁ δὲ ἀνθρωπείων σωμάτων μεταλαβεῖν κατηνάγκασεν. Ἐγενόμεθα, φησὶν, ἐπίχαρτοι καὶ τοῖς γειτονεύουσιν ἔθνεσι. εʹ. Καὶ ἐγενήθημεν ὑποκάτω καὶ οὐκ ἐπάνω, τουτέστι δοῦλοι καὶ οὐ δεσπόται. Εἶτα τὴν αἰτίαν ἐπιφέρουσιν, «Ὅτι ἡμαρτήκαμεν Κυρίῳ τῷ Θεῷ ἡμῶν, πρὸς τὸ μὴ ὑπακούειν τῆς φωνῆς αὐτοῦ.» Πάλιν τῇ θείᾳ ψήφῳ τὸ δίκαιον ἀπονείμαντες, σφίσιν αὐτοῖς ἀπονέμουσι τὴν αἰσχύνην. Πολλάκις γὰρ ἀπειλήσαντι τῷ Θεῷ, καὶ ταῦτα διὰ τῶν προφητῶν προθεσπίσαντι, οὐχ ἥξαμεν πρὸς τὸν Αἰώνιον ἐν ταῖς ἡμέραις ἡμῶν, ἀλλ' ἀντιτείνοντες διετελέσαμεν. θʹ. Καὶ ἐγρηγόρησε Κύριος ἐπὶ τοῖς κακοῖς οἷς ἐπήγαγεν ἐφ' ἡμᾶς. «Ἐγρήγορσιν Θεοῦ» τὴν τιμωρίαν καλεῖ. Τὴν γὰρ μακροθυμίαν αὐτοῦ ὕπνον ἔθος τῇ θείᾳ Γραφῇ καλεῖν. Πάλιν μέντοι μνημονεύσαντες τῆς τιμωρίας, δίκαιον ὀνομάζουσι τὸν Δεσπότην. Παραβάντας γὰρ, καὶ ἰαθῆναι μὴ βουληθέντας, ἐκόλασεν. Εἶτα ποτνιώμενοι ἀντιβολοῦσι, καὶ ἀναμιμνήσκουσι τῆς παλαιᾶς ἐλευθερίας, ἧς ἔτυχον οἱ πατέρες αὐτῶν, τῆς πικρᾶς τῶν Αἰγυπτίων ἀπαλλαγέντες δουλείας. Ἀναμιμνήσκουσι δὲ καὶ τῶν γεγενημένων θαυμάτων. Προφέρουσι δὲ καὶ τὰς οἰκείας πλημμελείας, καὶ βοῶσιν· ιβʹ. Ἡμάρτομεν, ἠσεβήσαμεν, ἠδικήσαμεν, Κύριε ὁ Θεὸς ἡμῶν, ἐν πᾶσι τοῖς δικαιώμασί σου. Πᾶσάν σου, φησὶ, παρέβημεν ἐντολὴν, πάντα πεπατήκαμεν νόμον. ιγʹ. Ἀποστραφήτω ὁ θυμός σου ἀφ' ἡμῶν, ὅτι κατελείφθημεν ὀλίγοι ἀπὸ πολλῶν, ἐν τοῖς ἔθνεσιν, οὗ διέσπειρας ἡμᾶς ἐκεῖ. Ὁμολογοῦμεν τῆς τιμωρίας τὸ δίκαιον. Στῆναι δὲ ταύτην ἀντιβολοῦμεν· εἰς ὀλίγους γὰρ περιέστημεν οἱ πάλαι τῇ ψάμμῳ παραβαλλόμενοι. ιδʹ. Εἰσάκουσον, Κύριε, τῆς προσευχῆς ἡμῶν, καὶ τῆς δεήσεως ἡμῶν, καὶ ἐξελοῦ ἡμᾶς ἕνεκέν σου. Οὐχ ἡμεῖς ἄξιοι, ἀλλὰ σὺ φιλάνθρωπος· χρηματίζομεν δὲ καὶ σὸς λαός· διά τοι τοῦτο φειδοῦς ἀπολαύσομεν. «Καὶ δὸς ἡμῖν χάριν κατὰ πρόσωπον τῶν ἀποικισάντων ἡμᾶς.» Ἵνα μὴ μισήσωσιν, ἀλλ' ἐάσωσιν. ιεʹ. Ἵνα γνῷ πᾶσα ἡ γῆ, ὅτι σὺ εἶ Κύριος ὁ Θεὸς ἡμῶν, καὶ ὅτι τὸ ὄνομά σου ἐπεκλήθη ἐπὶ Ἰσραὴλ καὶ τὸ γένος αὐτοῦ. Ἡ μεταβολὴ τῶν ἡμετέρων κακῶν πρόφασις εὐσεβείας τοῖς ἄλλοις