Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.765
Not analysed yet
γενήσεται. Μαθήσονται γάρ σου τοῦ ἡμετέρου Θεοῦ τὴν ἰσχύν. ιϛʹ. Κύριε, κάτιδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου, καὶ ἐννόησον εἰς ἡμᾶς. «Οἶκον ἅγιον» τὸν ἐν Ἱεροσολύμοις καλεῖ· ἐν ἐκείνῳ γὰρ τὴν οἰκείαν ἐπιφάνειαν ἐποιεῖτο. Κλῖνον, Κύριε, τὸ οὖς σου, καὶ ἄκουσον ιζʹ. Ἄνοιξον τοὺς ὀφθαλμούς σου, καὶ ἴδε. Εἰώθασιν οἱ χαλεπαίνοντες μύειν τοὺς ὀφθαλμοὺς, ὅταν οἱ ἠδικηκότες ὀφθῶσι, καὶ τὰς κόρας ἀποστρέφειν τῶν ἡμαρτηκότων παρακαλούντων· ἀνθρωπίνως τοίνυν ταῦτα τεθείκασιν. Οὐ γὰρ σύνθετον τὸ θεῖον, ἀλλ' ἁπλοῦν καὶ ἀπερίγραφον. Τούτοις προστιθέασιν «Ὅτι οὐχ οἱ τεθνεῶτες ὑμνεῖν σε πεφύκασιν.» Ἀλλ' ἴδιον τοῦτο τῶν ζώντων. ιηʹ Ψυχὴ γὰρ ἡ λυπουμένη ἐπὶ τὸ μέγεθος βαδίζει· πνεῦμα κύπτον καὶ ἀσθενοῦν, καὶ ὀφθαλμοὶ οἱ ἐκλείποντες, καὶ ἡ ψυχὴ ἡ πεινῶσα, δώσουσί σοι δόξαν καὶ δικαιοσύνην, Κύριε. Οἱ μεγίσταις περιπεσόντες συμφοραῖς, καὶ ἐν ἀπογνώσει τῶν κρειττόνων γενόμενοι· εἶτά τινος μεταβολῆς ἀπολαύσαντες, τὴν σὴν γνησίως ἀνυμνοῦσι φιλανθρωπίαν. Εἶτα λέγουσιν· ιθʹ. Ὅτι οὔτε ταῖς τῶν πατέρων, οὔτε ταῖς ἡμετέραις δικαιοσύναις θαῤῥοῦντες, οἴκτου τινὸς ἀντιβολοῦμεν τυχεῖν. Ἄξιοι γὰρ ἡμεῖς τῶν διὰ τῶν προφητῶν ἀπειληθέντων κακῶν· οὗτοι γὰρ ἡμῖν παρῄνουν τὴν ὑπὸ τῆς δικαίας σου κρίσεως δέξασθαι παιδείαν, καὶ δουλεῦσαι τῷ βασιλεῖ Βαβυλῶνος· καὶ διετελέσαμεν ἀντιλέγοντες. Καὶ πεπλήρωκας Δέσποτα, ὅσα δι' ἐκείνων προείρηκας. Καὶ οὐ μόνον ἡμεῖς οἱ ζῶντες παρεδόθημεν δουλείᾳ· ἀλλὰ καὶ τῶν πατέρων ἡμῶν οἱ τάφοι, καὶ μέντοι καὶ τῶν βασιλέων, ἀνεσπάσθησαν ἐκ βάθρων, ὡς τὰ ἐκείνων ὀστᾶ ὕπαιθρα ἐῤῥῖφθαι, καὶ ταῖς ἐναντίαις τοῦ ἀέρος μεταβολαῖς διαφθείρεσθαι. κεʹ. Καὶ ἀπεθάνοσαν ἐν πόνοις πονηροῖς, ἐν λιμῷ, καὶ ἐν ῥομφαίᾳ, καὶ ἐν ἀποστολῇ. Οὐ μόνον δὲ ἡμᾶς λιμῷ, καὶ σφαγῇ, καὶ δουλείᾳ παρέδωκας· ἀποστολὴν γὰρ τὴν αἰχμαλωσίαν καλεῖ· ἀλλὰ καὶ τὸν ἅγιόν σου νεὼν, τὸν διὰ τὸ σὸν ὄνομα γεγενημένον περιφανῆ καὶ περίβλεπτον, ἀπέφηνας ἔρημον. Καὶ ταῦτα μέντοι οὐ πρὸς ἀξίαν τῆς ἡμετέρας ἀσεβείας ἐπήγαγες, ἀλλ' ἐκέρασας φιλανθρωπίᾳ τὸ δίκαιον. κζʹ. Ἐποίησας γὰρ, φησὶν, εἰς ἡμᾶς, Κύριε ὁ Θεὸς ἡμῶν, πᾶσαν ἐπιείκειάν σου, καὶ πάντα οἰκτιρμόν σου τὸν μέγαν. Ἀναμιμνήσκουσι δὲ καὶ τῶν ἐν τῷ νόμῳ γεγραμμένων ἀπειλῶν· διαφερόντως γὰρ ἐν τῇ ᾠδῇ τὰ συμβησόμενα αὐτοῖς προεῖπε κακά· «Ὀδόντας θηρίων ἀποστελῶ εἰς αὐτούς.»