Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.768
Not analysed yet
Καὶ διδάσκων, ὡς τοὺς πολεμίους θῆρας καλεῖ, ἐπήγαγεν· «Ἔξωθεν ἀτεκνώσει αὐτοὺς μάχαιρα, καὶ ἐκ τῶν ταμείων φόβος.» Καὶ πάλιν, «Διασπερῶ αὐτούς·» τούτων ἀναμιμνήσκουσι τῶν ἀπειλῶν· ἀναμιμνήσκουσι δὲ καὶ τῶν ἀγαθῶν ὑποσχέσεως. Εἶπας γὰρ, φησὶ, μεταμελομένοις ὀρέξειν τὸν ἔλεον, καὶ τῆς αἰχμαλωσίας ἐλευθερώσειν, καὶ τὴν προτέραν ἀποδώσειν ἐλευθερίαν. ΚΕΦΑΛΑΙΟΝ. Γʹ. αʹ. Κύριε παντοκράτωρ ὁ Θεὸς τοῦ Ἰσραήλ· ψυχὴ ἐν στενοῖς, καὶ πνεῦμα ἀκηδιῶν κέκραγε πρὸς σέ. Τὴν ὑπερβολὴν, φησὶ, βλέπω τῶν συμφορῶν, καὶ τῆς ἀθυμίας τὸ μέγεθος. «Ἄκουσον, Κύριε, καὶ ἐλέησον, ὅτι Θεὸς ἐλεήμων εἶ· καὶ ἐλέησον, ὅτι ἡμάρτομεν ἐναντίον σου.» Πέλαγος ἔχεις φιλανθρωπίας, ἄβυσσον ἔχεις ἐλέου, ὄρεξον τοῦτον τοῖς δεομένοις· τοῖς γὰρ ἡμαρτηκόσι καὶ μεταμελουμένοις ἁρμόττει ὁ ἔλεος. γʹ. Ὅτι σὺ καθήμενος τὸν αἰῶνα, καὶ ἡμεῖς ἀπολλύμενοι τὸν αἰῶνα. Σὺ, φησὶν, αἰώνιος, ἡμεῖς δὲ πρόσκαιροι· σὺ ἀΐδιος καὶ ἀνώλεθρος· ἡμῶν δὲ ὁ βίος μικρῷ μέτρῳ μετρεῖται. Τὸ καθήμενος εἰς τὸν αἰῶνα, εἰς τοῦτο τέθεικεν. δʹ. Κύριε παντοκράτωρ ὁ Θεὸς τοῦ Ἰσραήλ· ἄκουσον δὴ τῆς προσευχῆς τῶν τεθνηκότων Ἰσραήλ. Ἔδειξεν ὁ λόγος σαφῶς τῆς ψυχῆς τὸ ἀθάνατον. «Καὶ τῶν υἱῶν, τῶν ἡμαρτηκότων ἐναντίον σου.» Σὺ, φησὶν, εἶπας, «Τῶν φαγόντων τὸν ὄμφακα αἱμωδιάσουσιν οἱ ὀδόντες.» Εἰς τὰ μειράκια τοίνυν ἀπόβλεψαι τὰ ἁμαρτίας ἐλεύθερα, καὶ μὴ μνησθῇς τῶν πατρῴων ἁμαρτημάτων. «Ἀλλὰ μνήσθητι τῆς χειρός σου, καὶ τοῦ ὀνόματός σου ἐν τῷ καιρῷ τούτῳ.» Τῇ συνήθει, φησὶ, χρῆσαι θαυματουργίᾳ, καὶ ὡς ἐξήγαγες ἐξ Αἰγύπτου, οὕτως ἐλευθέρωσον ἐκ Βαβυλῶνος. ϛʹ. Ὅτι σὺ εἶ Κύριος ὁ Θεὸς ἡμῶν. Ὅτι σὺ εἶ ὁ αὐτὸς, καὶ οὐκ ἠλλοίωσαι· τὴν αὐτὴν ἔχεις δύναμιν, τὴν αὐτὴν φιλανθρωπίαν. Αἰνέσομέν σε, Κύριε, (ζʹ.) ὅτι διὰ τοῦτο ἔδωκας τὸν φόβον σου ἐπὶ καρδίαν ἡμῶν, τοῦ ἐπικληθῆναι τὸ ὄνομά σου. Ἔδειξε τῆς τιμωρίας τὴν ὄνησιν· παιδευθέντες γὰρ, φησὶν, ἐπεστράφημεν, «Καὶ αἰνέσομέν σε ἐν τῇ ἀποικίᾳ ἡμῶν· ὅτι ἀπεστρέψαμεν ἐπὶ καρδίαν ἡμῶν πᾶσαν ἀδικίαν πατέρων ἡμῶν, τῶν ἡμαρτηκότων ἐναντίον σου.» Οὐχ ἑπόμεθα, φησὶ, τοῖς πατράσιν, οὐδὲ τὴν ἐκείνων παιδείαν ὁδεύομεν, ἀλλὰ τοῖς σοῖς ἀκολουθοῦμεν νόμοις. Βλέπε τοίνυν ἡμῶν τὰ ὀνείδη, καὶ τὴν χαλεπὴν δουλείαν, ἣν ὑπομένομεν διά τε τὴν ἡμετέραν ἀσέβειαν, καὶ τὴν πατρῴαν παρανομίαν. Ταύτην ὁ θαυμάσιος Βαροὺχ τὴν προσευχὴν τοῦ λαοῦ ἐντεθεικὼς τῷ συγγράμματι, τίθησι καὶ τὴν θείαν ἀπόκρισιν.