Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.769
Not analysed yet
θʹ—ιαʹ. Ἄκουε, Ἰσραὴλ, ἐντολὰς ζωῆς, ἐνωτίσασθε γνῶναι φρόνησιν. Τί ἐστιν, Ἰσραὴλ, τί ὅτι ἐν τῇ γῇ τῶν ἐχθρῶν εἶ; Ἐπαλαιώθης, ἐν γῇ ἀλλοτρίᾳ· συνεμιάνθης τοῖς νεκροῖς, προσελογίσθης μετὰ τῶν εἰς ᾅδου. Τί τὸ καινόν; φησί· τί τὸ παράδοξον; Ὁ ἐμὸς χρηματίσας λαὸς, ὁ περιφανὴς, ὁ πολυθρύλλητος, δοῦλος ἀντ' ἐλευθέρου, καὶ ἀλλοφύλοις ἀνδράσι καὶ δυσσεβέσι συμβιοτεύων, νεκροῖς ἔοικε διὰ τὴν ὑπερβολὴν τῶν κακῶν. Εἶτα τὰ τούτων αἴτια διδάσκει. ιβʹ, ιγʹ. Ἐγκατέλιπες τὴν πηγὴν τῆς σοφίας. Τῇ ὁδῷ τοῦ Θεοῦ εἰ ἐπορεύθης, κατῴκεις ἂν ἐν εἰρήνῃ τὸν αἰῶνα χρόνον. Σαυτῷ, φησὶ, πρόξενος ἐγένου τῶν παρόντων κακῶν· δέον γάρ σε ποδηγῷ χρήσασθαι τῷ νόμῳ, ὃν ἡ τῆς σοφίας σοι πηγὴ προσενήνοχε, ματαίοις ἠκολούθησας λογισμοῖς. ιδʹ. Μάθε, ποῦ ἐστι φρόνησις, ποῦ ἐστιν ἰσχὺς, ποῦ ἐστι σύνεσις, τοῦ γνῶναι ἅμα ποῦ ἐστι μακροβίωσις καὶ ζωὴ, ποῦ ἐστι φῶς ὀφθαλμῶν, καὶ εἰρήνη. Νῦν γοῦν, ἐπειδήπερ οὐ πρότερον, ζήτησον καὶ γνῶθι, τίς ὁ τούτων χορηγὸς τῶν ἀγαθῶν. ιεʹ. Τίς εὗρε τόπον αὐτῆς· καὶ τίς εἰσῆλθεν εἰς τοὺς θησαυροὺς αὐτῆς; Τουτέστι, τῆς φρονήσεως. ιϛʹ—ιηʹ. Ποῦ εἰσιν οἱ ἄρχοντες τῶν ἐθνῶν, οἱ κυριεύοντες τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς, οἱ ἐν τοῖς ὀρνέοις τοῦ οὐρανοῦ ἐμπαίζοντες, καὶ τὸ ἀργύριον θησαυρίζοντες, καὶ τὸ χρυσίον, ᾧ ἐπεποίθεισαν οἱ ἄνθρωποι, καὶ οὐκ ἔστι τέλος τῆς κτήσεως αὐτῶν, οἱ τὸ ἀργύριον τεκταίνοντες, καὶ μεριμνῶντες, καὶ οὐκ ἔστιν ἐξεύρεσις τῶν ἔργων αὐτῶν; Σύγκρισιν εὐσεβείας ποιεῖται καὶ πλούτου καὶ δυναστείας, καὶ παρακελεύεται τῶν ἀνομωτάτων ἀναμνησθῆναι βασιλέων, οἳ κόρον οὐκ ἔσχον τοῦ πλούτου. Οὗτοι δὲ, φησὶ, καὶ τῶν θηρίων καὶ τῶν ὀρνέων διὰ τῆς θηρευτικῆς ἐκράτησαν τέχνης. Διδάσκει δὲ καὶ τούτων τὸ τέλος. ιθʹ—καʹ. Ἠφανίσθησαν, καὶ εἰς ᾄδου κατέβησαν, καὶ ἄλλοι ἀνέστησαν ἀντ' αὐτῶν. Νεώτεροι εἶδον φῶς, καὶ κατῴκησαν ἐπὶ τῆς γῆς· ὁδὸν δὲ ἐπιστήμης οὐκ ἔγνωσαν. Οὐδὲ συνῆκαν τρίβους αὐτῆς, οὐδὲ ἀντελάβοντο αὐτῆς. Κἀκεῖνοι, φησὶ, φθορᾷ παρεδόθησαν, καὶ οἱ ἐξ ἐκείνων τοῖς μὲν ζῶσι συνηριθμήθησαν, καὶ τοῦ αἰσθητοῦ φωτὸς τῆς αἴγλης μετέλαχον· οὐκ ἐδέξαντο δὲ συνέσεως καὶ θεογνωσίας ἀκτῖνα. Ἀπαριθμεῖται δὲ καὶ τοὺς μεγαφρονοῦντας ἐπὶ σοφίᾳ Χαναναίους, καὶ Ἰδουμαίους, καὶ Ἰσμαηλίτας· Θαιμὰν γάρ ἐστιν Ἰδουμαία, Ἄγαρ δὲ μήτηρ τοῦ Ἰσμαήλ· τού-