Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.772
Not analysed yet
τους καλεῖ μυθολόγους· παραβολικῶς γὰρ εἰώθασι διαλέγεσθαι. Ἀλλ' ὅμως οὐδὲ οὗτοι τῆς σοφίας ἔγνωσαν τὴν ὁδόν· τῇ γὰρ ἀσεβείᾳ δουλεύοντες διετέλεσαν. κδʹ, κεʹ. Ὦ Ἰσραὴλ, ὡς μέγας ὁ οἶκος τοῦ Θεοῦ, καὶ εὐμήκης ὁ τόπος τῆς κτήσεως αὐτοῦ. Μέγας, καὶ οὐκ ἔχει τελευτὴν, ὑψηλὸς καὶ ἀμέτρητος. Μὴ τοῦτον, φησὶ, νόμιζε εἶναι τοῦ Θεοῦ τὸν νεὼν, ὃν Σολομὼν κατεσκεύασεν· ὁ γὰρ τοῦ Θεοῦ ναὸς παμμεγέθης τίς ἐστι, καὶ ἀμέτρητος, καὶ μέντοι καὶ ἀνώλεθρος· οὐ γὰρ ἔχει τελευτήν. Εἶτα τῶν γιγάντων μνημονεύσας, τῶν ἐπὶ μεγέθει σώματος πολυθρυλλήτων γεγενημένων, ἐπήγαγεν κζʹ, κηʹ. Οὐ τούτους ἐξελέξατο ὁ Θεὸς, οὐδὲ ὁδὸν ἐπιστήμης ἔδωκεν αὐτοῖς. Καὶ ἀπώλοντο διὰ τὴν ἀβουλίαν αὑτῶν. Ταῦτα μέντοι διεξέρχεται, δεῖξαι βουλόμενος, ὡς πάντων αὐτοὺς προτετίμηκε τῶν ἐθνῶν, καὶ μόνοις τε νόμον ἔδωκεν ἔγγραφον, καὶ προφήτας ἐπέστησε, καὶ πάσης ἐπιμελείας ἠξίωσεν, ὕστερον μέντοι καὶ πρὸς αὐτοὺς ἐνανθρωπίσας ἀφίκετο· τοῦτο γὰρ δηλῶν διὰ τῶν ἑξῆς διδάσκει. κθʹ. Τίς ἀνέβη εἰς τὸν οὐρανὸν, καὶ ἔλαβεν αὐτὴν, καὶ κατεβίβασεν αὐτὴν ἐκ τῶν νεφελῶν; Τουτέστι, τὴν σοφίαν λʹ. Τίς διέβη πέραν τῆς θαλάσσης καὶ εὗρεν αὐτὴν, καὶ οἴσει αὐτὴν χρυσίου καθαροῦ; Οὐκ ἔστι, φησὶν, ὠνητὴ, οὐδὲ ἐμπόροις ἁπλῶς προκειμένη λαʹ. Οὐκ ἔστιν ὁ γινώσκων τὴν ὁδὸν αὐτῆς, οὐδὲ ὁ ἐνθυμούμενος τὴν τρίβον αὐτῆς. Ὑπερβαίνει, φησὶ, τὸν ἀνθρώπινον λογισμόν. λβʹ. Ἀλλ' ὁ εἰδὼς τὰ πάντα γινώσκει αὐτὴν, καὶ ἐξεῦρεν αὐτὴν τῇ συνέσει αὑτοῦ. Τὸ ἐξεῦρεν ἀνθρωπίνως τέθεικε· πηγὴν γὰρ αὐτὸν τῆς σοφίας ἐκάλεσε, καὶ ἐν τῷ προοιμίῳ τῆσδε τῆς προφητείας πηγὴν αὐτὸν ζωῆς ὠνόμασε. Δείκνυσι δὲ ἐν τοῖς ἑξῆς τῆς δημιουργίας Θεοῦ τὸ παντοδύναμον. «Ὁ κατασκευάσας τὴν γῆν εἰς τὸν αἰῶνα χρόνον, ἐνέπλησεν αὐτὴν κτηνῶν τετραπόδων.» Αἰὼν καλεῖται καὶ ὁ τῶν ἀνθρώπων παρὼν βίος· ὁ δὲ μέλλων, αἰὼν αἰῶνος. λγʹ—λεʹ. Ὁ ἀποστέλλων τὸ φῶς, καὶ πορεύεται· ἐκάλεσεν αὐτὸ, καὶ ὑπήκουσεν αὐτῷ, τρόμῳ. Οἱ δὲ ἀστέρες ἔλαμψαν ἐν ταῖς φυλακαῖς αὑτῶν, καὶ εὐφράνθησαν. Ἐκάλεσεν αὐτοὺς, καὶ εἶπον, Πάρεσμεν· ἔλαμψαν μετ' εὐφροσύνης τῷ ποιήσαντι αὐτούς. Πάντα, φησὶν, εἴκει τῷ ποιητῇ· ἕκαστον τῶν γεγενημένων τοὺς οἰκείους