Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.773
Not analysed yet
ὅρους φυλάττει· φυλακὰς δὲ ἀστέρων τοὺς καιροὺς καλεῖ· κατὰ γὰρ τὸν ὡρισμένον ἕκαστος ἀνίσχει καιρόν. λϛʹ. Οὗτος ὁ Θεὸς ἡμῶν. Ἁπάντων δημιουργὸς, ὁ τούτων κυβερνήτης καὶ πρύτανις. «Οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν.» Οὐχ Υἱοῦ καὶ Πατρὸς ποιεῖται σύγκρισιν, ἀλλὰ τοὺς καλουμένους ὁ λόγος ἐκβάλλει θεούς. λζʹ. Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης. Πάλιν τὸ ἐξεῦρεν ἀνθρωπίνως τέθεικε. Πηγὴ γάρ ἐστι τῶν ἀγαθῶν. «Καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὑτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ.» Τὴν τῆς θεογνωσίας διδασκαλίαν, τὸν διὰ Μωσέως δοθέντα νόμον. ληʹ. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Σαφῶς ἡμῖν ὁ λόγος ὑπέδειξε τὴν τοῦ Μονογενοῦς ἐνανθρώπησιν, καὶ ὡς αὐτός ἐστι τῶν ἁπάντων δημιουργὸς, καὶ τῆς σοφίας πηγή. Αὐτὸς τοίνυν αὐτῆς ὑπάρχει καὶ ποιητὴς, καὶ Δεσπότης· καὶ περὶ αὐτοῦ φησιν ἐν Παροιμίαις· «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν εἰς ἔργα αὑτοῦ.» Οὐ γὰρ ὁ Θεὸς Λόγος ἐκεῖνα λέγει, ἀλλὰ τοῦ Θεοῦ Λόγου ἡ ὑπ' αὐτοῦ κατασκευασθεῖσα σοφία. ΚΕΦΑΛΑΙΟΝ. Δʹ. αʹ. Αὕτη ἡ βίβλος τῶν προσταγμάτων τοῦ Θεοῦ. Τουτέστιν, ἡ διὰ τῆς ἐνανθρωπήσεως τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ δεδομένη. «Καὶ νόμος ὁ ὑπάρχων εἰς τὸν αἰῶνα.» Ἡ γὰρ παλαιὰ Διαθήκη τὸ τέλος ἐδέξατο. «Πάντες οἱ κρατοῦντες αὐτὴν εἰς ζωὴν, οἱ δὲ καταλιπόντες αὐτὴν ἀποθανοῦνται.» Ἔδειξεν ἀμφοτέρων τὸ τέλος· εἶτα παραινεῖ τῷ λαῷ τῷ χρηματίζοντι Ἰακώβ. βʹ. Ἐπιστρέφου, Ἰακὼβ, καὶ ἐπιλαβοῦ αὐτῆς· διόδευσον πρὸς τὴν λάμψιν κατέναντι τοῦ φωτὸς αὐτῆς. Ἀκολούθησον τῇ αὐγῇ τῆς ἀκτῖνος· φωταγωγεῖ γάρ σε, καὶ ποδηγεῖ πρὸς ζωήν. γʹ. Μὴ δῷς ἑτέρῳ τὴν δόξαν σου, καὶ τὰ συμφέροντά σοι ἔθνει ἀλλοτρίῳ. Ἀλλ' οὐκ ἤκουσεν Ἰσραήλ· οὗ δὴ χάριν αὐτοὶ μὲν πόῤῥω τῶν ἀγαθῶν καθεστήκασι, τῶν δὲ θεοσδότων ἀγαθῶν ἀπολαύει τὰ ἔθνη. δʹ. Μακάριοί ἐσμεν, Ἰσραὴλ, ὅτι τὰ ἀρεστὰ τοῦ Θεοῦ ἡμῖν γνωστά ἐστι. Οὐκ ἔχομεν, φησὶ, πρόφασιν ἀγνοίας, δεδήλωκε γὰρ ἡμῖν τὰ ἀρέσκοντα. Εἶτα παραθαῤῥύνει, καὶ διδάσκει, ὡς παρεδόθησαν εἰς δουλείαν τηνικαῦτα, οὐ παντελῶς αὐτοὺς ἀποστραφέντος τοῦ τῶν ὅλων Θεοῦ, ἀλλὰ διὰ τῆς παιδείας αὐτοὺς εὐεργετῆσαι πειραθέντος· τὸν γὰρ εὐεργέτην, φησὶ, καταλιπόντες, τὴν τῶν δαιμόνων προτετιμήκατε λατρείαν· πρόξενοι δὲ καὶ τῇ θρεψαμένῃ τῆς ἐρημίας ἐγένεσθε. Κέχρηται δὲ καὶ προσωποποιίᾳ, καὶ δείκνυσι τὴν πόλιν θρηνοῦσαν, καὶ ταῖς ὑπηκόοις λέ-