Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.776
Not analysed yet
γουσαν πόλεσιν, ὅτι «Πένθος μοι πικρὸν ὁ Δεσπότης ἐπήγαγεν.» Εἶδον γὰρ τῶν οἰκητόρων τοὺς μὲν ἀναιρεθέντας, τοὺς δὲ χαλεπῇ δουλείᾳ παραδοθέντας. ιβʹ. Μηδεὶς ἐπιχαιρέτω μοι τῇ χήρᾳ καταλειφθείσῃ ὑπὸ λαῶν. Χήραν ἑαυτὴν καλεῖ, ὡς ἔρημον τῆς θείας γεγενημένην κηδεμονίας. «Ἠρημώθην διὰ τὰς ἁμαρτίας τῶν τέκνων μου.» Ἀπαριθμεῖται δὲ καὶ ταύτας, καὶ διηγεῖται τὴν τῶν πολεμίων ὠμότητα. Οὐκ ᾐσχύνθησαν, φησὶ, πρεσβύτην, οὐδὲ παιδίου ἠλέησαν. (ιϛʹ.) Καὶ ἀπήγαγον τοὺς ἀγαπητοὺς τῆς χήρας, καὶ ἀπὸ τῶν θυγατέρων τὴν μόνην ἠρήμωσαν. Μόνην ἑαυτὴν, ὡς ἡγοῦμαι, καλεῖ, διὰ τὸ ἐν αὐτῇ μόνῃ εἶναι τοῦ Θεοῦ τὸν νεὼν, ἢ τάχα ἐπειδὴ μόνῃ κατελείφθη, τῶν Ἀσσυρίων τὰς ἄλλας πόλεις πορθησάντων. Εἶτα λέγει, ὡς αὐτὴ μὲν ἐπαμῦναι οὐ δύναται, ὑπισχνεῖται δὲ τοῦ Θεοῦ τὴν βοήθειαν. Θρηνεῖ μέντοι τὴν παροῦσαν ἐρημίαν. Κατελείφθην γὰρ, φησὶν, ἔρημος. (κʹ.) Καὶ ἐξεδυσάμην τὴν στολὴν τῆς εἰρήνης. Δείκνυσι δὲ καὶ τὴν τῶν ὑπολειφθέντων μεταβολήν. «Καὶ ἐνεδυσάμην τὸν σάκκον τῆς δεήσεώς μου, καὶ κράξω.» Ἀλλ' οὐχ οἱ τοῖχοι ταῦτα ἔδρων ἢ ἔλεγον, ἀλλ' οἱ ἐνοικοῦντες. Εἶτα παρακελεύεται αὐτοῖς τῇ τοῦ Θεοῦ θαῤῥῆσαι φιλανθρωπίᾳ, καὶ αἰτῆσαι τὸν ἔλεον· Καὶ γὰρ ἐγὼ, φησὶν, ἀναμένω τὴν ὑμετέραν ἐπάνοδον. κγʹ. Ἐξέπεμψα γὰρ ὑμᾶς μετὰ πένθους καὶ κλαυθμοῦ· ἀποδώσει δέ μοι ὁ Θεὸς ὑμᾶς μετὰ χαρμονῆς καὶ εὐφροσύνης. Ἔοικε ταῦτα τοῖς ὑπὸ τοῦ μακαρίου Δαβὶδ εἰρημένοις· «Πορευόμενοι ἐπορεύοντο, καὶ ἔκλαιον, βάλλοντες τὰ σπέρματα αὑτῶν· ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει, αἴροντες τὰ δράγματα αὑτῶν.» Λέγει δὲ καὶ τῶν γειτονευόντων ἐθνῶν τήν τε ἐπὶ τῇ αἰχμαλωσίᾳ θυμηδίαν, καὶ τὴν μετὰ τὴν ἐπάνοδον σκυθρωπότητα. Παρακελεύεται δὲ αὐτοῖς, ὑπομεῖναι τὴν ἐπενεχθεῖσαν παιδείαν, καὶ ὑπισχνεῖται τὴν τῶν πραγμάτων μεταβολήν. «Κατεδίωξέ σε, φησὶν, ὁ ἐχθρός σου, καὶ ὄψῃ αὐτοῦ τὴν ἀπώλειαν ἐν τάχει, καὶ ἐπὶ τοῦ τραχήλου αὐτοῦ ἐπιβήσῃ.» Ἐχθροὺς καλεῖ Ἰδουμαίους Μωαβίτας, Ἀμμανίτας, Ἀλλοφύλους. κϛʹ. Οἱ τρυφεροί μου ἐπορεύθησαν ὁδοὺς τραχείας· ἤρθησαν ὡς ποίμνιον ἡρπασμένον ἐχθρῷ. Τρυφεροὺς καλεῖ τοὺς ἐν εὐπορίᾳ καὶ πλούτῳ, ὡς πεῖραν οὐκ ἔχοντας τῶν λυπηρῶν· εἶτα παρακελεύεται αὐτοῖς τῇ μεταμελείᾳ τὴν σωτηρίαν καρπώσασθαι. Ταῦτα ὡς ἐκ προσώπου τῆς Ἱερουσαλὴμ