Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.777
Not analysed yet
εἰρηκὼς, αὐτῇ λοιπὸν παρακλητικοὺς προσφέρει λόγους. λʹ. Θάρσει, Ἱερουσαλὴμ, παρακαλέσει σε ὁ ὀνομάσας σε. Δέδεκταί σου, φησὶ, τὴν ἐπὶ τὰ κρείττω μεταβολήν. Μεταβαλεῖ σοι τὴν συμφορὰν ὁ τὴν προσηγορίαν σοι τεθεικώς· τουτέστιν, ὁ δημιουργός σου, ὁ πάσης σε πόλεως προτιμήσας. λαʹ, λβʹ. Δείλαιοι οἵ σε κακώσαντες, καὶ ἐπιχαρέντες τῇ σῇ πτώσει. Δείλαιοι αἱ πόλεις, αἷς ἐδούλευσαν τέκνα σου. Ἔδωκαν γὰρ δίκας Βαβυλώνιοι τῆς παρανομίας ἀξίας. Εἶτα διδάσκει, ὡς τὰ οἰκεῖα λοιπὸν ἡ Βαβυλὼν θρηνήσει κακά. λδʹ, λεʹ. Περιελῶ γὰρ αὐτῆς, φησὶ, τὸ ἀγαλλίαμα τῆς πολυοχλίας αὐτῆς, καὶ τὸ γαυρίαμα αὐτῆς εἰς πένθος ἔσται. Πῦρ γὰρ ἐπελεύσεται αὐτῇ παρὰ τοῦ Αἰωνίου εἰς ἡμέρας μακρὰς, καὶ κατοικηθήσεται ὑπὸ δαιμονίων τὸν πλείονα χρόνον. Ταύτην διὰ Περσῶν τὴν τιμωρίαν ἐδέξατο· ἔδειξε δὲ ὁ λόγος, ὡς οὐ παντελῶς αὐτὴν ἀοίκητον ἔσεσθαι προηγόρευσεν, ἀλλ' ἐπὶ πολὺν χρόνον· οἰκεῖται δὲ νῦν ὑπὸ ὀλίγων Ἰουδαίων. λϛʹ. Περίβλεψαι πρὸς ἀνατολὰς, Ἱερουσαλὴμ, καὶ ἴδε τὴν εὐφροσύνην σου, τὴν παρὰ τοῦ Θεοῦ σοι ἐρχομένην. Τὴν τῶν αἰχμαλώτων ἐπάνοδον προθεσπίζει. λζʹ. Ἰδοὺ ἔρχονται οἱ υἱοί σου, οὓς ἐξαπέστειλας· ἔρχονται συνηγμένοι ἀπὸ ἀνατολῶν ἕως δυσμῶν, τῷ ῥήματι τοῦ Ἁγίου, χαίροντες τῇ τοῦ Θεοῦ δόξῃ. Οὐ γὰρ τῇ οἰκείᾳ δυνάμει περιεγένοντο τῶν ἐχθρῶν, ἀλλ' ὁ παραδοὺς Θεὸς τὴν ἐλευθερίαν ἀπέδωκε. ΚΕΦΑΛ. Εʹ. Κελεύει δὲ καὶ τὴν πενθήρη στολὴν ἀποθέσθαι, καὶ περιτίθησιν αὐτῇ τῆς ἱερωσύνης τὸ σχῆμα. βʹ. Περιβαλοῦ γὰρ, φησὶ, τὴν διπλοΐδα τῆς παρὰ τοῦ Θεοῦ δικαιοσύνης, καὶ ἐπίθου τὴν μίτραν ἐπὶ τῆς κεφαλῆς σου, τῆς δόξης τοῦ αἰωνίου. Ἐν γὰρ τῇ μίτρᾳ τὸ πέταλον ἔκειτο τὸ χρυσοῦν· ἐν ᾧ τὸ ὄνομα τοῦ Θεοῦ προσεγέγραπτο. γʹ, δʹ. Ὁ γὰρ Θεὸς δείξει τῇ ὑπ' οὐρανὸν πάσῃ τὴν σὴν λαμπρότητα. Κληθήσεται γάρ σου τὸ ὄνομα παρὰ τοῦ Θεοῦ εἰς τὸν αἰῶνα εἰρήνη δικαιοσύνης, καὶ δόξα θεοσεβείας. Ταῦτα δὲ τὰ ὀνόματα νῦν ἔχει· διὰ τοῦτο καὶ εἰς αὐτὴν συντρέχουσιν ἅπαντες. Λαμπρὰν γὰρ αὐτὴν καὶ περιφανῆ πεποίηκε τὸ σωτήριον πάθος. Πάλιν δὲ αὐτῇ παρακελεύεται ἰδεῖν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν τοὺς αἰχμαλώτους ἐπανιόντας, καὶ διδάσκει, ὡς ἀπήχθησαν μὲν πεζοὶ δεσμὰ περικείμενοι, ἐπανήξουσι δὲ πάσης τιμῆς ἀξιούμενοι. Εἰδέναι μέντοι χρὴ, ὡς τῶν ἀπὸ Βαβυλῶνος ἐπανελθόντων, καὶ οἱ πεφευγότες κατὰ τὸν τοῦ πολέμου καιρὸν, καὶ τὰ ἑσπέρια, καὶ τὰ νότια μέρη κατειληφότες, ἐπανῆλθον λοιπὸν, ὡς εἰρήνης τῷ ἔθνει παρασχεθείσης· οὗ δὴ χάριν καὶ τῶν ἀπὸ δυσμῶν ἐμνημόνευσεν.