Ancient Greek · ~6 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.780
Not analysed yet
ζʹ. Συνέταξε γὰρ ὁ Θεὸς ταπεινοῦσθαι πᾶν ὄρος ὑψηλὸν, καὶ θῖνας ἀεννάους, καὶ φάραγγας πληροῦσθαι εἰς ὁμαλισμὸν τῆς γῆς, ἵνα βαδίσῃ Ἰσραὴλ ἀσφαλῶς τῇ τοῦ Θεοῦ δόξῃ. Πᾶσαν, φησὶ, δυσκολίαν κατηνύασε· τοὺς ἐοικότας ὄρεσιν ὑψηλοῖς Βαβυλωνίους κατέλυσε· τοὺς ἐκείνοις ὑποκειμένους, φάραγξι ταπειναῖς ἐοικότας, ἀνανεῦσαι πεποίηκεν· ἡμῶν δὲ πανταχόθεν ἄδεια τῆς ἐπανόδου γεγένηται. ηʹ. Αἱ σκιάδες, καὶ οἱ δρυμοὶ, καὶ πᾶν ξύλον εὐωδία τῷ Ἰσραὴλ προστάγματι τοῦ Θεοῦ. Ταῦτα ἔοικε τοῖς ὑπὸ τοῦ Δαβὶδ εἰρημένοις· «Τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων.» Δρυμοὺς τοίνυν τροπικῶς καλεῖ τὰ μεταξὺ διακείμενα ἔθνη, ἃ καρπὸν εὐσεβείας οὐκ ἔφερον τῷ Θεῷ. Τὸν μέντοι Ἰσραὴλ ἐπανιόντα μετὰ πάσης προὔπεμψαν θεραπείας. Λέγει δὲ καὶ τὸ αἴτιον τῶν ἀγαθῶν. θʹ. Ἡγήσεται γὰρ ὁ Θεὸς τοῦ Ἰσραὴλ μετ' εὐφροσύνης, τῷ φωτὶ τῆς δόξης αὐτοῦ, σὺν ἐλεημοσύνῃ καὶ δικαιοσύνῃ παρ' αὐτοῦ. Θεοῦ ἡγουμένου πάντα λεῖα καὶ εὐμαρῆ. Κέχρηται ἐλεημοσύνῃ μὲν περὶ τὸν λαὸν, δικαιοσύνῃ δὲ κατὰ Βαβυλωνίων. Οὗτοι μὲν γὰρ ἁμαρτάνοντες διὰ τῆς παιδείας ὠφέλειαν ἐδέξαντο· ἐκείνους δὲ μανικωτέρους καὶ δυσσεβεστέρους ἡ νίκη πεποίηκεν. Ἀντιβολήσωμεν τοιγαροῦν καὶ ἡμεῖς, ξεναγὸν ἡμῶν γενέσθαι καὶ ποδηγὸν τὸν τῶν ὅλων Θεόν· ἵνα τῷ φωτὶ τοῦ προσώπου αὐτοῦ κατὰ τὴν Δαβιτικὴν πορευόμενοι μελῳδίαν, μὴ ἐκκλίνωμεν δεξιᾷ ἢ ἀριστερᾷ, ἀλλὰ τὴν βασιλικὴν ὁδὸν ὁδεύσωμεν, τὴν ἀπάγουσαν εἰς τὴν ζωήν· ἧς ἡμᾶς γένοιτο ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΜΟΣ ΙΒʹ ΘΡΗΝΟΙ. ΚΕΦΑΛ. Αʹ. Ὁ μὲν θρῆνος συμπαθείας καὶ φιλοστοργίας σημεῖον· ἡγοῦμαι δὲ τὸν θεσπέσιον προφήτην ὠφελείας