Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.781
Not analysed yet
ἕνεκα, καὶ τῶν τηνικαῦτα ἀνθρώπων, καὶ τῶν εἰς ὕστερον ἐσομένων, τοὺς θρήνους συγγράψαι· ἵνα κἀκεῖνοι καὶ οὗτοι μάθωσι διὰ τῶν γραμμάτων, ὅσων πρόξενος ἡ ἁμαρτία κακῶν· τέσσαρας μέντοι συγγέγραφε Θρήνους, τὰ ἑκάστου ῥήματα καὶ κατὰ τὸν ἀριθμὸν καὶ τὴν τάξιν τῶν στοιχείων συντεθεικώς· θρηνεῖ δὲ τῆς πόλεως τὴν ἐρημίαν, τῆς προτέρας τῶν οἰκητόρων μεμνημένος πληθύος, καὶ δυσφοροῦσαν ὁρῶν τὴν πάλαι παρὰ τῶν ἄλλων πόλεων δεχομένην τὸν φόρον· προσωποποιίᾳ δὲ κεχρημένος, λέγει νύκτωρ καὶ μεθ' ἡμέραν τὴν πόλιν δακρύειν, τοῦ ψυχαγωγοῦντος οὐκ ὄντος, καὶ τῶν φίλων αὐτῆς παντελῶς ἠρνημένων. Φέρει δὲ εἰς μέσον καὶ τῆς Ἰουδαίας ἁπάσης τὴν μετανάστασιν, καὶ τὴν χαλεπὴν δουλείαν, καὶ εὐχειρώτους αὐτοὺς λέγει γεγενῆσθαι διὰ τὴν ἁμαρτίαν. «Πάντες γὰρ, φησὶν, οἱ διώκοντες αὐτὴν, κατέλαβον αὐτὴν ἀνὰ μέσον τῶν θλιβόντων. Ἀναμιμνήσκει καὶ τῶν ποταμοὺς μιμουμένων ὁδῶν κατὰ τὸν τῶν ἑορτῶν καιρόν· πάντοθεν γὰρ εἰς τήνδε τὴν πόλιν συνέτρεχον ἅπαντες· καὶ θρηνεῖ. Δοκεῖ γάρ πως τοῖς ἀνιαρῶς διακειμένοις μεταβολήν τινα δέχεσθαι καὶ τὰ ἄψυχα· λέγει δὲ καὶ τὰ τούτων αἴτια. εʹ. Ἐγένοντο οἱ θλίβοντες αὐτὴν εἰς κεφαλὴν, καὶ οἱ ἐχθροὶ αὐτῆς εὐθηνοῦσιν· ὅτι Κύριος ἐταπείνωσεν αὐτὴν ἐπὶ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῆς. Τοῦτο καὶ ὁ μακάριος αὐτοῖς προλέγει Μωσῆς τὸν θεῖον παραβαίνουσι νόμον· «Ὅτι ἔσονται οἱ ἐχθροί σου ἄνω, καὶ σὺ κάτω·» λέγει δὲ καὶ τοῖς θηλάζουσι σὺν τοῖς πρεσβυτέροις τὸν ὄλεθρον· «Θηλάζων, φησὶ, μετὰ καθεστηκότος πρεσβυτέρου.» Οὕτω κἀνταῦθα· «Τὰ νήπια αὐτῆς ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ κατὰ πρόσωπον θλίβοντος.» Διηγεῖται δὲ ὅπως ἀφῃρέθη τὴν προτέραν εὐπρέπειαν, καὶ ἀπεικάζει τοὺς ἄρχοντας κριοῖς ἐστερημένοις νομῆς· ἐγυμνώθησαν γὰρ τῆς προτέρας ἰσχύος. Εἶτα λέγει τῆς Ἱερουσαλὴμ παλαιᾶς εὐπραξίας καὶ δυσπραξίας μνησθῆναι, καὶ παραθεῖναι ἐκείνοις τὰ νῦν ἐπελθόντα κακά· καὶ πλεῖον ἀνιᾶσθαι διὰ τὸ γενέσθαι τοῖς δυσμενέσιν ἐπίχαρτον. Συνεχῶς δὲ διδάσκει τῶν συμφορῶν τὴν αἰτίαν, τὴν ὠφέλειαν πραγματευόμενος. ηʹ. Ἁμαρτίαν γὰρ, φησὶν, ἡμάρτηκεν Ἱερουσαλὴμ, διὰ τοῦτο εἰς σάλον ἐγένετο. Οὗ δὴ χάριν καὶ οἱ πρότερον αὐτὴν γεραίροντες ἐξύβρισαν εἰς αὐτὴν, τὴν δυσκληρίαν αὐτῆς θεασάμενοι. Εἶτα τῶν παντοδαπῶν ἁμαρτημάτων ἀναμιμνήσκει. θʹ. Ἀκαθαρσία πρὸ ποδῶν αὐτῆς· οὐκ ἐμνήσθη ἐσχάτων αὑτῆς, καὶ πέπτωκε θαυμα-