Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.784
Not analysed yet
στῶς. Προσήκει γὰρ μὴ τῇ εὐπραξίᾳ θαῤῥεῖν, ἀλλὰ καὶ τὴν μεταβολὴν προσμένειν. Ἐπειδὴ τοίνυν, φησὶν, οὐδεὶς ἀνθρώπων αὐτῇ προσφέρει παραψυχὴν, σὺ Δέσποτα τὴν ἀθλίως κρατοῦσαν θεασάμενος, οἴκτειρον. Θρηνεῖ δὲ διαφερόντως τὸ τῶν ἀδύτων τοῦ ναοῦ κατατολμῆσαι τοὺς δυσμενεῖς, καί φησι· ιʹ. Χεῖρα αὑτοῦ ἐξεπέτασε θλίβων, ἐπὶ πάντα τὰ ἐπιθυμητὰ αὐτῆς· εἶδε γὰρ ἔθνη εἰσελθόντα εἰς τὸ ἁγίασμα αὐτῆς, ἃ ἐνετείλω μὴ εἰσελθεῖν εἰς τὴν ἐκκλησίαν σου. Εἰς μὲν τὰ ἅγια τῶν ἁγίων μόνῳ τῷ ἀρχιερεῖ εἰσιτητὸν ἦν, καὶ τοῦτο μέντοι ἅπαξ τοῦ ἐνιαυτοῦ· εἰς δὲ τὰ πρὸ τούτων ἅγια οἱ ἱερεῖς εἰσῄεσαν μόνοι· εἰς δὲ τὴν ἐνδοτέραν αὐλὴν καὶ οἱ Λευΐται· εἰς δὲ τὴν ἐξωτέραν οἵ τε ἐκ γένους Ἰσραὴλ, καὶ οἱ περιτετμημένοι προσήλυτοι· πάντα γὰρ ἀπερίτμητον καὶ εἰς ἐκείνην εἰσελθεῖν ὁ νόμος ἐκώλυε· διαφερόντως μέντοι Μωαβίτας καὶ Ἀμμανίτας εἰσελθεῖν ἀπαγορεύει· «Ἀμμανίτης γὰρ, καὶ Μωαβίτης, οὐκ εἰσελεύσεται εἰς ἐκκλησίαν Κυρίου, οὐδὲ εἰς τὸν αἰῶνα.» Τοῦτον ἀνέμνησε τὸν νόμον ὁ Θρῆνος· εἶτα διηγεῖται τὰ ἀπὸ τοῦ λιμοῦ συμβεβηκότα κακά. ιαʹ. Πᾶς ὁ λαὸς αὐτῆς καταστενάζοντες, ζητοῦντες ἄρτον. Ἔδωκαν γὰρ τὰ ἐπιθυμήματα αὐτῆς ἐν βρώσει, τοῦ ἐπιστρέψαι ψυχήν. Ἐνταῦθα ἐπιθυμήματα τὰ βρέφη καλεῖ· ἐγεύσαντο γὰρ ἐν τῷ λιμῷ καὶ ἀνθρωπίνων κρεῶν. Αἰτεῖ μέντοι τὴν θείαν φιλανθρωπίαν. Ἴδε Κύριε, καὶ ἐπίβλεψον, ὅτι ἐγενόμην ἠτιμωμένη. Εἶτα τοὺς δι' αὐτὴν παριόντας παρακαλεῖ τὴν ἀσύγκριτον αὐτῆς ὀδύνην ἰδεῖν. Ταύτην δὲ, φησὶν, ὁ Δεσπότης ἐπήγαγέ μοι φθεγξάμενος ἐν ἐμοί· τουτέστι, προσέταξε μόνον, καὶ ἐπηνέχθη μοι τὰ κακά· τὸ δὲ Ἐπεφύλλισέ μοι. Ἧψέ μοι, ὁ Σύρος ἡρμήνευσε. Διηγεῖται δὲ καὶ τὴν ἐπενεχθεῖσαν αὐτῇ θεήλατον πληγήν. ιγʹ. Ἐξ ὕψους αὑτοῦ ἐξαπέστειλε πῦρ ἐν τοῖς ὀστέοις μου, καὶ κατήγαγεν αὐτὸ ἐπ' ἐμέ. Αὐτὸς γὰρ συνεχώρησε τοῖς πολεμίοις, καὶ πολιορκῆσαι, καὶ πορθῆσαι, καὶ ἐμπρῆσαι τὴν πόλιν. «Διεπέτασε δίκτυον τοῖς ποσί μου, ἀπέστρεψέ με εἰς τὸ ὀπίσω· ἔδωκέ με ἠφανισμένην ὅλην τὴν ἡμέραν ὀδυνωμένην.» Δίκτυον καλεῖ τὸ ἄφυκτον τῶν κακῶν· καὶ γὰρ οἱ ἀποδράντες ἑάλωσαν. Δείκνυσι δὲ καὶ τῆς τιμωρίας τὸ δίκαιον. ιδʹ. Ἐγρηγόρησεν ἔτι τὰ ἀσεβήματά μου, ἐν χερσὶν αὑτοῦ συνέπλεξέ με. Ἀντὶ τοῦ, Συνεπόδισε, καὶ τοῖς ἐχθροῖς παρέδωκεν. «Ἐβάρυνε τὸν ζυγὸν αὑτοῦ ἐπὶ τὸν τράχηλόν μου.» Πικρῶς γὰρ τοῖς ὠμοτάτοις Βαβυλωνίοις δουλεύειν ἠνάγκασε. «Καὶ ἠσθένησεν ἡ ἰσχύς μου, ὅτι ἔδωκε Κύριος ἐν χερσί