Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.785
Not analysed yet
μου ὀδύνας, ἃς οὐ μὴ δύνωμαι ὑποστῆναι.» Ὀδύρεται δὲ καὶ τῶν ἀριστέων τὸν ὄλεθρον. ιεʹ. Ἐξῆρε πάντας τοὺς ἰσχυρούς μου· ὁ Κύριος ἐκάλεσεν ἐπ' ἐμὲ καιρὸν τοῦ συντρίψαι τοὺς ἐκλεκτούς μου. Τὴν συμφορὰν καὶ ὁ Σύρος, καὶ ὁ Ἑβραῖος, καιρόν καλεῖ· καὶ ἡμεῖς δὲ πολλάκις εἰώθαμεν τῶν καιρῶν τὰς δυσκολίας ὀδύρεσθαι. Ληνὸν ἐπάτησε Κύριος παρθένῳ θυγατρὶ Ἰούδα. (ιϛʹ.) Ἐπὶ τούτοις ἐγὼ κλαίω. Πολλάκις ἡ θεία Γραφὴ τὴν μεγίστην τιμωρίαν ἀπεικάζει ληνῷ, διὰ τὸ πάντας ἐν τοῖς ληνοῖς ἀποθλίβεσθαι τοὺς βότρυας, καὶ μηδεμίαν ὡς τὰ πολλὰ διαφεύγειν ῥᾶγα. «Καὶ οἱ ὀφθαλμοί μου κατήγαγον ὕδωρ, ὅτι ἐμακρύνθη ἀπ' ἐμοῦ ὁ παρακαλῶν με.» Καὶ διδάσκων, τίς οὗτος, ἐπήγαγεν· «Ὁ ἐπιστρέφων ψυχήν μου.» Διὰ γάρ τοι τοῦτο καὶ τὴν παιδείαν ἐπήγαγε, τῇ ψυχῇ τὴν ὠφέλειαν πραγματευόμενος. Θρηνεῖ δὲ καὶ τῶν υἱῶν τὴν ἀπώλειαν, καὶ τὴν τῶν ἐχθρῶν ἐπικράτειαν. Δείκνυσι δὲ αὐτῆς καὶ τὸ σχῆμα τοῦ πένθους. ιζʹ. Διεπέτασε Σιὼν τὰς χεῖρας αὑτῆς. Εἰώθασι γὰρ αἱ πενθοῦσαι, καὶ ἐκτείνειν, καὶ συστέλλειν τὰς χεῖρας. Λέγει δὲ αὐτὴν καὶ ἀπαραμύθητον εἶναι, ἅτε δὴ τοῦ Θεοῦ τοῖς ἐχθροῖς ὁρμῆσαι κατ' αὐτῆς συγχωρήσαντος, καὶ τὴν καθιερωμένην μολῦναι. «Ἐγενήθη γὰρ, φησὶν, Ἱερουσαλὴμ, ὡς ἀποκαθημένη ἐν μέσῳ αὐτῶν.» Ἀκάθαρτος δὲ ἦν κατὰ τὸν νόμον ἡ τοῦ αἵματος τὸν ῥοῦν ὑπομένουσα· ταύτῃ τοίνυν ἀπεικάζει τὴν πόλιν ἀλλοφύλων καὶ δυσσεβῶν πληρωθεῖσαν ἀνθρώπων. Συνεχῶς μέντοι ὁ προφήτης τῆς ψήφου τὸ δίκαιον εὐφημεῖ, τὴν ἐντεῦθεν ὠφέλειαν προσφέρων τοῖς ἐντυγχάνουσιν. ιηʹ. Δίκαιός ἐστι Κύριος, ὅτι τὸ στόμα αὐτοῦ παρεπίκρανα. Τοὺς γὰρ ὑπ' αὐτοῦ τεθέντας παρέβην νόμους. Θρηνήσας δὲ τῶν παρθένων καὶ τῶν νεανίσκων ἀνδραποδισμὸν, διδάσκει, ὡς ἀνωφελὴς ἡ τῶν εἰδώλων δουλεία. Ἐραστὰς γὰρ ἐκεῖνα καλεῖ. Ἱκετεύει δὲ τὸν λῦσαι δυνάμενον τὴν τῶν κακῶν ἀωρίαν, οἰκτεῖραι αὐτὴν ὁμολογοῦσαν τὴν ἁμαρτίαν. «Παραπικραίνουσα γὰρ, φησὶ, παρεπίκρανα.» Ἀνιᾷ δὲ αὐτὴ διαφερόντως τὸ τοὺς ἐχθροὺς ἐπιτωθάζειν· καὶ τοῦτο δὲ, φησὶ, σοῦ νεύσαντος γέγονεν. «Ἐπήγαγες γὰρ ἡμέραν, καὶ ἐκάλεσας καιρὸν, καὶ ἐγένοντό μοι οἴμοι, οἴμοι.» Αἰτεῖ δὲ κἀκείνους ταῖς αὐταῖς περιπεσεῖν συμφοραῖς. κβʹ. Εἰσέλθοι γὰρ, φησὶ, πᾶσα ἡ κακία αὐτῶν κατὰ πρόσωπόν σου. Ὡς ἐθεάσω, φησὶ, τὴν ἐμὴν παρανομίαν, βλέπε καὶ τὴν ἐκείνων ἀσέβειαν. «Καὶ ἐπιφύλλισον αὐτοὺς, ὃν τρόπον ἐπεφύλλισας ἐμὲ