Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.788
Not analysed yet
περὶ πάντων τῶν ἁμαρτιῶν μου· ὅτι πολλοὶ οἱ στεναγμοί μου, καὶ ἡ καρδία μου λυπεῖται.» Καὶ ἐνταῦθα ὁ Σύρος τὸ ἐπιφύλλισον οὕτως ἡρμήνευσεν· «Θλῖψον αὐτοὺς, ὡς ἔθλιψας ἐμέ.» Ὁ μὲν οὖν πρῶτος Θρῆνος τοῦτο ἔχει τὸ τέλος. ΚΕΦΑΛ. Βʹ Τοῦ δὲ δευτέρου τὸ προοίμιον τοῦτο· αʹ. Πῶς ἐγνόφωσεν ὀργῇ αὑτοῦ Κύριος τὴν θυγατέρα Σιών; Κατέῤῥιψεν ἐξ οὐρανοῦ εἰς γῆν δόξαν Ἰσραήλ; Καὶ οὐκ ἐμνήσθη ὑποποδίου ποδῶν αὐτοῦ ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ; Καὶ ἐντεῦθεν δῆλον, ὡς «ὑποπόδιον τῶν ποδῶν αὐτοῦ» ὁ θεῖος Δαβὶδ τὸν θεῖον ὀνομάζει ναόν· «Προσκυνεῖτε γὰρ, φησὶ, τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.» Ὁ μέντοι προφήτης ἀπείκασε γνόφῳ τὴν συμφοράν· καὶ λέγει ἐξ οὐρανῶν εἰς γῆν ῥιφῆναι τὴν πόλιν Ἐπειδὴ τῆς ἐπανθούσης χάριτος ἐγυμνώθη, ἐγένετο τοῖς πολεμίοις εὐάλωτος. βʹ. Κατεπόντισε Κύριος οὐ φεισάμενος πάντα τὰ ὡραῖα Ἰακώβ· καθεῖλεν ἐν θυμῷ αὑτοῦ τὰ ὀχυρώματα τῆς θυγατρὸς Ἰούδα, ἐκόλλησεν αὐτὰ εἰς τὴν γῆν. Τουτέστι, μέχρις ἐδάφους κατήνεγκεν. «Ἐβεβήλωσε βασιλεῖς αὐτῆς, καὶ ἄρχοντας αὐτῆς.» Ταῦτα καὶ ὁ μακάριος προεῖπε Δαβίδ· «Ἔθου, γὰρ, φησὶ, τὰ ὀχυρώματα αὐτοῦ δειλίαν, διήρπασαν αὐτὸν πάντες παραπορευόμενοι τὴν ὁδόν.» γʹ. Συνέκλασεν ἐν ὀργῇ θυμοῦ αὑτοῦ πᾶν κέρας Ἰσραήλ. Κέρας καλεῖ τοὺς ἄρχοντας, καὶ τοὺς δυνάστας. «Ἀπέστρεψεν ὀπίσω δεξιὰν αὑτοῦ ἀπὸ προσώπου ἐχθροῦ, καὶ ἀνῆψεν ἐν Ἰακὼβ πῦρ φλέγον, καὶ κατέφαγε πάντα τὰ κύκλῳ αὐτοῦ.» Οὐ γὰρ ἠθέλησεν ἐπαμῦναι τῶν δυσμενῶν ἐπελθόντων, ἀλλ' ἐῴκει στρατηγῷ γενναίῳ καταλῦσαι ῥᾳδίως δυναμένῳ τοὺς πολεμίους, καὶ τὰς χεῖρας εἰς τοὐπίσω μεταφέροντι, καὶ παραχωροῦντι τοῖς δυσμενέσι τὴν νίκην. Ἐπ' ἐμὲ δὲ, φησὶ, τοὐναντίον ἐχρήσατο ταῖς χερσίν. δʹ. Ἐνέτεινε γὰρ τὸ τόξον αὑτοῦ ὡς ἐχθρὸς, καὶ ἐστερέωσε δεξιὰν αὐτοῦ ὡς ὑπεναντίος, καὶ ἀπέκτεινε πάντα τὰ ἐπιθυμήματά μου ἐν σκηνῇ θυγατρὸς Σιών· ἐξέχεεν ὡς πῦρ τὸν θυμὸν αὑτοῦ. Καὶ γὰρ ἐν τῷ ναῷ τὰς σφαγὰς ἐτόλμησαν οἱ πολέμιοι. Διδάσκει δὲ ὁ λόγος, ὡς τοῦ Θεοῦ συγχωρήσαντος ἐκεῖνα πάντα ἐγένετο· ἐπειδὴ γὰρ ἐξήμαρτον, τὰ δυσμενῶν εἰργάσατο, καὶ διὰ τῶν πολεμίων καὶ τοὺς περιβόλους κατέλυσε, καὶ τὰς οἰκίας ἐνέπρησε, καὶ ἀνδράσι καὶ γυναιξὶ τὸ πένθος ἐπήνεγκε. Τοῦτο γὰρ λέγει· Ἐπλήθυνε θυγατρὶ Ἰούδα τεταπεινωμένον