Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.789
Not analysed yet
καὶ τεταπεινωμένην. (ϛʹ.) Ἐξέσπασεν ὡς ἄμπελον τὸ σκήνωμα αὑτοῦ. Κατέκαυσαν γὰρ οἱ πολέμιοι τὸν θεῖον νεών. «Διέφθειρεν ἑορτὴν αὐτοῦ.» Οὐκ ἔτι γὰρ ἑορτὰς ἐπετέλουν, ἀλλὰ θρηνεῖν ἠναγκάζοντο. «Ἐπιλαθέσθαι ἐποίησε Κύριος Σιὼν ἑορτῆς, καὶ σαββάτου.» Προστέθεικε δὲ καὶ τῶν βασιλέων καὶ τῶν ἱερέων τὸν ὄλεθρον, καὶ τοῦ ναοῦ τὴν ἐρημίαν, καὶ τοῦ θυσιαστηρίου τὸν μιασμὸν, καὶ τὴν τοῦ τείχους κατάλυσιν, καὶ τὸ πάντων ἀνιαρώτατον. «Φωνὴν πολέμου ἔδωκαν ἐν οἴκῳ Κυρίου·» ὡς ψαλμὸν Λευϊτῶν. «Ἐν ἡμέρᾳ ἑορτῆς.» Ἀντὶ γὰρ τῆς συνήθους ὑμνῳδίας ὁ τῶν πολεμίων ἀλαλαγμὸς ἀνεπέμπετο. ηʹ. Ἐλογίσατο Κύριος τοῦ διαφθεῖραι τεῖχος θυγατρὸς Σιών· ἐξέτεινε μέτρον. Τουτέστι, τὴν ἴσην καὶ δικαίαν ψῆφον· τοῦτο καὶ ὁ μακάριος ἐθεάσατο Ζαχαρίας. Πάλιν δὲ τῶν πυλῶν, καὶ τῶν τειχῶν, καὶ τῶν ἀρχόντων μνημονεύσας, ἐπήγαγε, «Καὶ οὐκ ἔστι νόμος.» Πρὸ γὰρ τῆς ἐφόδου τῶν πολεμίων, ἀδεῶς παρεβαίνετο· μετὰ δὲ τὴν τῆς πόλεως ἅλωσιν, καὶ τοῦ ναοῦ τὸν ἐμπρησμὸν, οὐδὲ βουλόμενοι πληροῦν τὴν κατὰ νόμον λατρείαν ἠδύναντο. «Καί γε προφῆται αὐτῆς οὐχ εὗρον ὅρασιν παρὰ Κυρίου.» Τοὺς ψευδοπροφήτας λέγει, τοὺς τὰ ψευδῆ μαντευσαμένους αὐτῇ. Ὑποδείκνυσι καὶ τοὺς γεγηρακότας θρηνοῦντας, καὶ σάκκον περιεζωσμένους, καὶ αὐτὸς δὲ ὁ προφήτης βοᾷ· ιαʹ. Ἐξέλιπον ἐν δάκρυσιν οἱ ὀφθαλμοί μου, ἐταράχθη ἡ κοιλία μου· ἐξεχύθη εἰς γῆν ἡ δόξα μου ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ λαοῦ μοῦ. Δείκνυσι δὲ καὶ τὸ πάντων ἐλεεινότατον πάθος. «Ἐν τῷ ἐκλύεσθαι νήπια καὶ θηλάζοντα ἐν πλατείαις πόλεως.» Ὁ γὰρ λιμὸς καὶ τὴν τῆς φύσεως φιλοστοργίαν ἐνίκησε. Τοῦτο γὰρ ἐπήγαγεν· ιβʹ. Ταῖς μητράσιν αὑτῶν εἶπον, Ποῦ σῖτος καὶ οἶνος; ἐν τῷ ἐκλύεσθαι αὐτούς. Λέγει δὲ μὴ εὑρίσκειν ἀξίαν εἰκόνα τοῦ πάθους. ιγʹ. Τί γὰρ, φησὶ, μαρτυρήσω σοι, καὶ τί ὁμοιώσω σοι, θύγατερ Ἱερουσαλήμ; Ἀναμιμνήσκει δὲ καὶ τῶν ψευδοπροφητῶν, τῶν τὰ χρηστὰ προλεγόντων. ιδʹ. Προφῆται γάρ σου, φησὶν, εἶδόν σοι μάταια, καὶ ἀφροσύνην· καὶ οὐκ ἀπεκάλυψαν τὴν ἀδικίαν σου, τοῦ ἀποστρέψαι τὴν αἰχμαλωσίαν σου. Καὶ εἶδόν σοι λήμματα μάταια, καὶ ἔξωσάν σε. Ἐμποδὼν γὰρ ἐγένοντο τῇ μεταμελείᾳ τὰ θυμήρη προλέγοντες, καὶ οὐκ εἴων αὐτοὺς τῆς πολλῆς ἀποστῆναι παρανομίας.