Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.792
Not analysed yet
ιεʹ. Ἐκρότησαν ἐπὶ σὲ χεῖρας πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν· ἐσύρισαν, ἐκίνησαν κεφαλὴν αὐτῶν ἐπὶ τὴν θυγατέρα Ἱερουσαλήμ. Ἴδιον τοῦτο τῶν θαυμαζόντων τὴν ἐπὶ τὰ χείρω μεταβολήν. Λέγει δὲ καὶ ἅπερ ἔλεγον· «Εἰ αὐτὴ ἦν ἡ πόλις στέφανος δόξης, καλὴ εὐπρέπεια, εὐφροσύνη πάσης τῆς γῆς;» Λέγει πάντα ταῦτα πεπληρῶσθαι κατὰ τὰς θείας προῤῥήσεις· διδάσκει δὲ καὶ οἵοις οἱ δυσμενεῖς ἐκέχρηντο λόγοις, ἐφηδόμενοι τοῖς συμβεβηκόσιν αὐτῇ κακοῖς. «Αὕτη γὰρ ἡ ἡμέρα ἢν προσεδοκῶμεν, εὕρομεν καὶ εἴδομεν αὐτήν.» Τοῦτο γὰρ καὶ ὁ μακάριος προεῖπε Δαβίδ· «Ἐγενήθημεν ὄνειδος τοῖς γείτοσιν ἡμῶν, μυκτηρισμὸς καὶ χλευασμὸς τοῖς κύκλῳ ἡμῶν.» Καὶ πάλιν· «Ἔθου ἡμᾶς εἰς ὀνειδισμὸν ἐν τοῖς ἔθνεσι, κίνησιν κεφαλῆς ἐν τοῖς λαοῖς.» Πάλιν δὲ προσωποποιίᾳ κεχρημένος ὁ προφήτης, τοῖς περιβόλοις καὶ τῇ πόλει παρακελεύεται νύκτωρ καὶ μεθ' ἡμέραν δακρύειν, διὰ τὰς παντοδαπὰς συμφοράς· λέγει δὲ καὶ τὴν ὑπερβολὴν τῶν κακῶν. «Εἰ φάγονται γυναῖκες καρπὸν κοιλίας αὑτῶν; ἐπιφυλλίδα ἐποίησε μάγειρος.» Τουτέστι, τὸν ὀψίγονον καρπὸν ἥψησε. Τοῦτο γὰρ ἐπήγαγε· «Φονευθήσονται νήπια πολλὰ θηλάζοντα μασθούς.» Προστίθησι δὲ καὶ τὴν ἑτέραν ἀτοπίαν· «Εἰ ἀποκτενοῦσιν ἐν ἁγιάσματι Κυρίου ἱερέα καὶ προφήτην;» Καὶ τῇ τῶν προσώπων ποιότητι, καὶ τοῦ τόπου, ἔδειξε τὴν τοῦ πάθους ὑπερβολήν. Θρηνήσας δὲ τῶν γεγηρακότων καὶ τῶν μειρακίων καὶ τῶν παρθένων τὸν ἀνδραποδισμὸν, ἐπήγαγεν· κβʹ. Ἐκάλεσας ὡς εἰς ἡμέραν ἑορτῆς παροικίαν μου κυκλόθεν· καὶ οὐκ ἐγένετο ἐν ἡμέρᾳ ὀργῆς Κυρίου ἀνασωζόμενος, καὶ καταλελειμμένος. Τῶν γὰρ πολεμίων τὴν ἔφοδον δείσαντες, ὡς εἰς ὀχυρὰν τὴν πόλιν κατέφυγον· ἐκεῖ μέντοι πάντες ἑάλωσαν· εἰώθασι δὲ καὶ κατὰ τὸν τῶν ἑορτῶν καιρὸν ἐκεῖ πάντες συντρέχειν· οὗ δὴ χάριν τὴν ἅλωσιν ἀπείκασε τῇ ἑορτῇ. «Ἐξέθρεψα, καὶ ἐπεκράτησα καὶ ἐπλήθυνα, καὶ ὁ ἐχθρὸς πάντα συνετέλεσε.» Μάταιός μου, φησὶν, ὁ πόνος ἐγένετο· τῶν τροφίμων γὰρ πάντων ἔρημος ἐγενόμην. Ἐνταῦθα τὸν δεύτερον συνεπέρανε Θρῆνον. ΚΕΦΑΛΑΙΟΝ Γʹ. Ἄρχεται δὲ οὕτω τοῦ τρίτου· αʹ. Ἐγὼ ἀνὴρ ὁ βλέπων πτωχείαν. Διαφερόντως γὰρ οὗτος ὁ προφήτης παρὰ πάντας τῶν συμφορῶν τὸν καιρὸν προεφήτευσε· πτωχείαν τοίνυν καλεῖ τὴν ἔνδειαν τῶν ἀγαθῶν.