Ancient Greek · ~7 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.793
Not analysed yet
Ἐν ῥάβδῳ θυμοῦ, (βʹ.) Παρέλαβέ με, καὶ ἀπήγαγέ με εἰς σκότος καὶ οὐ φῶς. Οἰκειοῦται τὰ κατὰ τῆς πόλεως πάθη, καὶ καλεῖ σκότος τὴν δυσκληρίαν. γʹ. Πλὴν ἐν ἐμοὶ ἐπέτρεψεν· ἤλλαξε χεῖρα αὑτοῦ ὅλην τὴν ἡμέραν. Πάλαι γάρ μοι τὰ ἀγαθὰ χορηγῶν, νῦν τὰς παιδείας ἐπάγει. Τοῦτο γὰρ δηλοῖ τὸ, «Ἤλλαξε χεῖρα αὑτοῦ.» δʹ. Ἐπαλαίωσε σάρκας μου, καὶ δέρμα μου· ὀστᾶ μου συνέτριψε. Ταῦτα γὰρ πάντα ἡ ἀθυμία ποιεῖ. εʹ. Ἀνῳκοδόμησε κατ' ἐμοῦ, καὶ ἐκύκλωσέ με. Ἀντὶ τοῦ, διαφυγεῖν οὐ δύναμαι τὰ ἐπενεχθέντα κακά· δηλοῖ δὲ καὶ τὸν ἔξωθεν περίβολον, ὃν οἱ πολέμιοι πολιορκήσαντες ἐδείμαντο. ϛʹ. Κεφαλήν μου ἐμόχθησεν, ἐκάθισέ μου ἐν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶνος. Τὴν πικρὰν δουλείαν διὰ τούτων αἰνίττεται· καὶ γὰρ τοῦ Σεδεκίου τοὺς ὀφθαλμοὺς ὁ Βαβυλώνιος ἐξορύξας, μύλωνι παρέδωκε· τοῦτο δὲ καὶ τὰ ἐπαγόμενα δηλοῖ. ζʹ. Ἐβάρυνε τὸν ζυγὸν τοῦ τραχήλου μου. Ὠμοτάτοις γάρ με δεσπόταις δουλεύειν ἠνάγκασε. ηʹ. Καί γε ὅτι κεκράξομαι, καὶ βοήσω. Οὐ δέχεται γάρ μου δεομένου τὴν δέησιν. θʹ. Ἀνῳκοδόμησε τὰς ὁδούς μου ἐν μαρμάρῳ, καὶ τὰς τρίβους μου ἠφάνισε. Συνέχομαι γὰρ κακοῖς, ἃ διαφυγεῖν οὐ δύναμαι. ιʹ. ιαʹ. Ἄρκος ἐνεδρεύουσα ἐγένετό μοι αὐτὸς, ὡς λέων ἐν κρυφίοις. Κατεδίωξέ με ἀφεστηκότα, καὶ διετάραξέ με. Ἔδειξε τῆς παιδείας τὸ δίκαιον· ἐγὼ γὰρ, φησὶν, ἀπέστην προτέρα· εἶθ' οὕτως αὐτὸς τιμωρίαν ἐπήνεγκε. Τούτων μέντοι τῶν προῤῥήσεων καὶ οἱ ἀρχαιότεροι μέμνηνται προφῆται. Ἔθετό με ἠφανισμένην· (ιβʹ.) Ἐνέτεινε τὸ τόξον αὐτοῦ· καὶ ἐστήλωσέ με ὡς σκοπὸν εἰς βέλος. Οἱ κατὰ σκοποῦ βάλλοντες, καὶ ταύτην μελετῶντες τὴν τέχνην, οὐ δύο καὶ τρία καὶ τέσσαρα, ἀλλὰ πολλὰ πέμπειν εἰώθασι βέλη. Τὸ ἐπάλληλον τῆς συμφορᾶς διὰ τῶν εἰκόνων δεδήλωκε. Λέγει δὲ καὶ τῆς ψυχῆς τὴν ὀδύνην· νεφροὺς γὰρ τοὺς λογισμοὺς καλεῖ· καὶ ὅτι ἐπίχαρτος ἐγένετο τοῖς ἐχθροῖς, οἳ καὶ τὰς ἐπενεχθείσας αὐτῇ συμφορὰς ᾄδοντες διετέλουν· Ἐγύμνωσε γάρ με, φησὶ, πάσης ἰσχύος. Τοῦτο γὰρ δηλοῖ τό·