Ancient Greek · ~7 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.796
Not analysed yet
ιϛʹ. Ἐξέβαλεν ἐν ψήφῳ τοὺς ὀδόντας μου, καὶ ἐψώμισέ με σποδόν. Ὁ δὲ Σύρος, Ἐν πέτρᾳ, λέγει, ἐστέρησέ με καὶ τῆς προτέρας εἰρήνης, καὶ τῶν παντοδαπῶν ἀγαθῶν. ιηʹ. Καὶ εἶπον, Ἀπώλετο νίκη μου, καὶ ἡ ἐλπίς μου ἀπὸ Κυρίου. Ἀπηγόρευσα, φησὶ, τὰς χρηστοτέρας ἐλπίδας, ἀλλ' ὅμως τῇ συνεχεῖ τῶν ἀνιαρῶν μνήμῃ τὴν ψυχὴν κατατήκω, καὶ εἰς ἔλεον τὸν Δεσπότην ἐφέλκομαι. κβʹ. Τὰ ἐλέη Κυρίου πολλὰ ὅτι οὐκ ἐξελίπομεν, ὅτι οὐ συνετελέσθησαν οἱ οἰκτιρμοὶ αὐτοῦ. Εἰ γὰρ σύμμετρον τῇ ἁμαρτίᾳ τὴν τιμωρίαν ἐπήγαγεν, οὐκ ἂν οὐδὲ ἡμεῖς διεφύγομεν τὴν σφαγήν. Εἶτα ὁ προφήτης τὴν ὑπὲρ αὐτῶν ἱκετείαν προσφέρει. κγʹ. Ἀνακαίνισον αὐτοὺς, ὡς ὄρθρον πρωϊνόν. Ἐπειδὴ σκότος τὴν συμφορὰν προσηγόρευσεν, ὄρθρῳ παραβάλλει τὴν ταύτης μεταβολήν. «Ἐπληθύνθη ἡ πίστις σου εἰς τὰς πρωΐας.» Τῆς γὰρ μεταβολῆς γενομένης, γνησιώτερον τῇ εὐσεβείᾳ προσέξουσι. Πολλοὶ γάρ εἰσιν οἱ στεναγμοί μου, καὶ ἡ καρδία μου ἐξέλιπε. κδʹ. Μερίς μου Κύριος, εἶπεν ἡ ψυχή μου, διὰ τοῦτο ὑπομενῶ αὐτόν. Ἑτέραν, φησὶν, οὐκ ἔχω καταφυγὴν, ἀλλὰ τὴν σὴν προσμένω βοήθειαν. Εἶτα διδάσκει τῆς εἰς Θεὸν ἐλπίδος τὸ χρήσιμον. κεʹ, κϛʹ. Ἀγαθὸς Κύριος τοῖς ὑπομένουσιν αὐτόν· ψυχὴ, ἣ ζητήσει αὐτὸν, ζήσεται. Ἀγαθὸν τὸ ὑπομένειν, καὶ ἐλπίζειν εἰς τὸ σωτήριον τοῦ Κυρίου. Ταῦτα εἰς ψυχαγωγίαν τῶν ἀθυμούντων διδάσκει, καὶ ἕτερα. κζʹ, κηʹ. Ἀγαθὸν ἀνδρὶ, ὅταν ἄρῃ ζυγὸν ἐκ νεότητος αὑτοῦ. Καθήσεται κατὰ μόνας, καὶ σιωπήσει, ὅτι ἦρεν ἐφ' ἑαυτὸν ζυγὸν βαρύν. Τοῦτο καὶ ὁ μακάριος ἔφη Δαβὶδ· «Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου·» τὸ δὲ, «Καθήσεται κατὰ μόνας καὶ σιωπήσει,» καρτερεῖν διδάσκει, καὶ ὑπομένειν τὰ λυπηρά. Συμφωνεῖ δὲ καὶ τὰ ἐπαγόμενα· κθʹ, λʹ. Δώσει ἐν χώματι στόμα αὑτοῦ· εἰ ἄρα ἐστὶν ὑπομονῆς ἐλπίς. Δώσει τῷ παίοντι αὐτὸν σιαγόνα αὑτοῦ. καὶ χορτασθήσεται ὀνειδισμῶν. Εὐαγγελικὸς οὗτος ὁ νόμος· ὁ γὰρ Κύριος διηγόρευσε, τῷ παίοντι τὴν σιαγόνα τὴν δεξιὰν,