Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.797
Not analysed yet
στρέψαι καὶ τὴν ἄλλην. Τὸ δὲ, «Δώσει ἐν χώματι στόμα αὑτοῦ,» ὁ Σύρος «ἐν γῇ» εἶπε· τουτέστι, Σιγήσει, καὶ οἴσει γενναίως τὰς λοιδορίας καὶ τὰ ὀνείδη, ὥσπερ γῆς ἔχων πεπληρωμένον τὸ στόμα. Τοῦτο καὶ ὁ θεσπέσιος Δαβὶδ ἐδήλωσε· «Ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου, ἐταπεινώθην, καὶ ἐκωφώθην, καὶ ἐσίγησα ἐξ ἀγαθῶν.» Εἶτα διδάσκει, ὡς οὐκ ἐπὶ πλεῖστον κέχρηται ταῖς παιδείαις ὁ Δεσπότης, φιλάνθρωπος ὢν, ἀλλὰ μετὰ τὴν παιδείαν ἐπάγει τὸν ἔλεον. λγʹ Οὐ. γὰρ ἐταπείνωσε, φησὶν, ἐξ ὅλης καρδίας αὐτοῦ οὐδὲ ἀπώσατο υἱοὺς ἀνθρώπων. Ὀργιζομένου γὰρ τὸ σχῆμα, τὸ δὲ βούλημα φιλανθρωπίας μεστόν. Εἰς ὠφέλειαν μέντοι τῶν ἀνθρώπων κέχρηται τῇ παιδείᾳ· τοῦτο γὰρ ἐπήγαγε· λδʹ. Τοῦ ταπεινῶσαι ὑπὸ τοὺς πόδας αὑτοῦ πάντας δεσμίους γῆς, τουτέστι, τοὺς τῇ γῇ προσδεδεμένους, καὶ μετάρσιον οὐκ ἔχοντας φρόνημα· ἀδικίᾳ γὰρ συζῶσι, καὶ τὸν ἐφορῶντα οὐ δειμαίνουσι. λζʹ, ληʹ. Τίς οὕτως εἶπε, καὶ ἐγένετο; Κύριος οὐκ ἐνετείλατο. Ἐκ στόματος Ὑψίστου οὐκ ἐξελεύσεται τὰ κακὰ καὶ τὰ ἀγαθὰ ἡμῶν. Τὴν πρόνοιαν ἀναιρούντων ὁ λόγος κατηγορεῖ· οὗτοι γὰρ εἱμαρμένῃ καὶ τύχῃ ἀνατιθέασι τὰ γιγνόμενα. λθʹ. Τί γογγύσει ἄνθρωπος ζῶν, ἀνὴρ περὶ τῆς ἁμαρτίας αὑτοῦ; Ἡ ῥᾳθυμία γὰρ, ἀλλ' οὐχὶ φύσις, πρόξενος τῆς ἁμαρτίας, οὗ δὴ χάριν καὶ τὴν τιμωρίαν ὁ δικαστὴς ἐπιφέρει τοῖς ἁμαρτάνουσιν. μʹ. Ἐξηρευνήθη ἡ ὁδὸς ἡμῶν, καὶ ἠτάσθη. Εἶδε γὰρ τὴν παρ' ἡμῶν τολμηθεῖσαν παρανομίαν. «Καὶ ἐπιστρέψωμεν πρὸς Κύριον.» Γένοιτο δὲ ἡμῖν πρόφασις μεταμελείας ἡ τιμωρία. μαʹ. Ἀναλάβωμεν καρδίας ἡμῶν, καὶ ἐμβλέψωμεν πρὸς τὸν ὑψηλὸν, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Τῶν περιττῶν, φησὶ, φροντίδων τοὺς λογισμοὺς ἀπαλλάξαντες, τὸν θεῖον αἰτήσωμεν ἔλεον. μβʹ. Ἡμεῖς ἡμάρτομεν, καὶ ἠσεβήσαμεν, καὶ σὺ οὐχ ἱλάσθης. Δικαίαν, φησὶ, τὴν τιμωρίαν ἐπήγαγες. μγʹ, μδʹ. Ἐσκέπασας ἐν θυμῷ, καὶ κατεδίωξας ἡμᾶς· ἀπέκτεινας, καὶ οὐκ ἐφείσω. Ἀπεσκέπασας νεφέλην ἐστερεωμένην σεαυτῷ, ἕνεκεν τοῦ μὴ διελθεῖν πρὸς σὲ προσευχὴν ἡμῶν. Τοῦτο καὶ δι' ἑτέρου προφήτου φησὶν ὁ Θεὸς, «Ὅτι τὰ ἁμαρτήματα ὑμῶν διιστῶσιν ἀναμέσον ὑμῶν καὶ ἐμοῦ.» Ταύτας καὶ οὗτος τῇ νεφέλῃ ἀπείκασεν, ἣ διεκώλυσε τὴν πρόσοδον τῆς προσευχῆς. Θρηνεῖ δὲ καὶ ὀδύρεται διαφερόντως, ὁρῶν ἐπικερτομοῦντας τοὺς δυσμενεῖς, καὶ τῷ λαῷ τὰ ὀνείδη προσφέροντας·