Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.800
Not analysed yet
λέγει δὲ τούτους θηρεῦσαι, καὶ κατασφάξαι, καὶ εἰς λάκκον ῥίψαι, καὶ λίθον ἐπιθεῖναι, καὶ ὑποβρύχιον ποιῆσαι τῷ ὕδατι· διὰ δὲ τούτων ἁπάντων τὴν ὑπερβολὴν δεδήλωκε τῶν κακῶν. Οὕτω καὶ ὁ θεσπέσιος Δαβὶδ ἐκ προσώπου τούτων αὐτῶν· «Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου. Ἐνεπάγην εἰς ἰλὺν βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις. Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καταιγὶς κατεπόντισέ με.» Καὶ πάλιν· «Μή με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθὸς, μηδὲ συσχέτω ἐπ' ἐμὲ φρέαρ τὸ στόμα αὑτοῦ.» Οὕτω καὶ ἐνταῦθα· νεʹ, νϛʹ. Ἐπεκαλεσάμην τὸ ὄνομά σου, Κύριε, ἐκ λάκκου κατωτάτου. Φωνῆς μου ἤκουσας· μὴ φράξῃς τὰ ὦτά σου εἰς τὴν δέησίν μου, καὶ εἰς τὴν κραυγήν μου. Διδάσκει καὶ ὡς ἔπεισε τὸν φιλάνθρωπον. νζʹ. Ἤγγισας γὰρ, φησὶν, ἐν ἡμέρᾳ, ἦ ἐπεκαλεσάμην σε, καὶ εἶπάς μοι, Μὴ φοβοῦ. Ἀπόχρη δὲ εἰς παραψυχὴν καὶ ὁ βραχὺς οὗτος λόγος. Εἶτα διδάσκει, ὡς αὐτοῖς καὶ τοῖς δυσμενέσι δικαίως δικάσας, ἐκείνους μὲν δουλείᾳ παρέδωκεν, αὐτοὺς δὲ ἐλευθερίας ἠξίωσεν. Αἰτήσας δὲ τοῖς δυσσεβέσι πολεμίοις τὸν ὄλεθρον, τὸν τρίτον πεπλήρωκε θρῆνον. ΚΕΦΑΛ. Δʹ. αʹ. Πῶς ἠμαυρώθη χρυσίον, ἠλλοιώθη τὸ ἀργύριον τὸ ἀγαθόν· ἐξεχύθησαν λίθοι ἅγιοι ἀπ' ἀρχῆς πασῶν διεξόδων; Ταύταις ἀπεικάζει ταῖς ὕλαις τὴν τῶν προγόνων εὐσέβειαν, καὶ θρηνεῖ τῶν ἐγγόνων τὴν γεγενημένην μεταβολήν. Τοῦτο γὰρ δηλοῖ τὰ ἑξῆς· βʹ. Οἱ υἱοὶ Σιὼν, οἱ τίμιοι, οἱ ἐπηρμένοι, οἱ ὑπὲρ χρυσίον· πῶς ἐλογίσθησαν εἰς ἀγγεῖα ὀστράκινα, ἔργα χειρῶν κεραμέως; Τοῦτο καὶ διὰ τοῦ θείου Ἡσαΐου προείρηκεν ὁ Δεσπότης· «Ὅτι ἔσονται ἄχρηστοι, ὡς κεράμιον συντριβὲν εἰς λεπτὰ ἐν οἷς οὐκ ἔστιν ὕδωρ ἀρύσασθαι, ἢ πῦρ λαβεῖν ἀπὸ καύστρας.» γʹ. Καί γε δράκοντες ἐξεδύσαντο μασθοὺς, ἐθήλασαν σκύμνους αὑτῶν, θυγατέρες λαοῦ μου εἰς ἀνίατον, ὡς στρουθίον ἐν ἐρήμῳ. Καὶ τὰ πικρότερα, φησὶ, θηρία τῶν τέκνων ἐπιμελεῖται· ἡ δὲ τοῦ πάθους ὑπερβολὴ τῆς Σιὼν τοὺς οἰκήτορας καὶ αὐτῆς ἐπιλαθέσθαι τῆς φύσεως παρεσκεύασε· καὶ τῶν μὲν πλείστων σφαγέντων, τῶν δὲ λοιπῶν ἀνδραποδισθέντων, ὀλίγοι τινὲς μεμενήκασιν ἐοικότες στρουθίῳ μόνῳ κατὰ τὴν ἔρημον πλανωμένῳ. Δηλοῖ δὲ τὰ ὑπὸ τοῦ λιμοῦ τεχθέντα κακά.