Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.801
Not analysed yet
δʹ. Ἐκολλήθη γλῶσσα θηλάζοντος πρὸς τὸν φάρυγγα αὐτοῦ ἐν δίψει· νήπια ᾔτησαν ἄρτον, καὶ ὁ διακλῶν αὐτοῖς οὐκ ἦν. Διδάσκει δὲ καὶ τὴν προτέραν τούτων χλιδήν. εʹ. Οἱ ἐσθίοντες τρυφὰς ἠφανίσθησαν ἐν ταῖς ἐξόδοις. Ἀντὶ τοῦ κατὰ τὴν ἀγορὰν ἐῤῥιμμένοι. «Οἱ τιθηνούμενοι ἐπὶ κοκκίνῳ περιελάβοντο κοπρίας.» Λέγει δὲ τούτων τὴν ἁμαρτίαν πρόξενον γεγενῆσθαι· καὶ τῇ Σοδόμων παρατίθησι ταύτην. Λέγει δὲ καὶ τῶν Ναζιραίων τὴν πρὸ τῶν συμφορῶν εὐδοξίαν, καὶ τὴν ἐν τῇ συμφορᾷ κακουχίαν· καὶ τὴν ἐν πολέμῳ δὲ σφαγὴν τῶν τοῦ λιμοῦ βελῶν αἱρετωτέραν εἶναί φησιν. Ἐντίθησι δὲ τῷ θρήνῳ καὶ τὸ πάντων χαλεπώτατον πάθος· ιʹ. Χεῖρες γυναικῶν οἰκτιρμόνων ἥψησαν τὰ παιδία ἑαυτῶν· ἐγένοντο εἰς βρῶσιν αὐταῖς ἐν τῷ συντρίμματι τῆς θυγατρὸς τοῦ λαοῦ μου. Τὴν γὰρ φυσικὴν φιλοστοργίαν ἡ βία τῆς πείνης ἐνίκησε. Ταῦτα δὲ τῇ Σιὼν ἐπήνεγκεν ὁ Δεσπότης ἐνδίκως ἀγανακτήσας. ιβʹ. Οὐκ ἐπίστευσαν βασιλεῖς τῆς γῆς, καὶ πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην, ὅτι εἰσελεύσεται ἐχθρὸς καὶ ἐκθλίβων διὰ τῶν πυλῶν Ἱερουσαλήμ. Εἶχον γὰρ ἐνέχυρα μεγάλα τοῦ πιστεῦσαι, τὰ κατὰ τὸν Σεναχηρεὶμ, οὗ τὴν στρατιὰν ἐν βραχεῖ μορίῳ νυκτὸς κατηνάλωσε. Παρεδόθη δὲ τοῖς πολεμίοις καὶ διὰ τὴν τῶν ψευδοπροφητῶν ἐξαπάτην, καὶ διὰ τὴν τῶν ἱερέων μιαιφόνιαν. ιδʹ. Εἷρψαν νεανίσκοι αὐτῆς ἐν ταῖς ἐξόδοις. Ἐξόδους τὰς ἀγυιὰς καλεῖ, καὶ τὰς καλουμένας ῥύμας· «Ἐμολύνθησαν ἐν αἵματι ἐν τῷ μὴ δύνασθαι αὐτοὺς, ἐῤῥίφθησαν σὺν τοῖς ἐνδύμασιν αὐτῶν.» Ὁ μὲν λιμὸς ἠνάγκαζεν ἐῤῥίφθαι· προκαθήμενοι δὲ οἱ πολέμιοι θάπτειν ἐκώλυον, οἱ δὲ κύνες τοὺς ἐῤῥιμμένους ἀνήλισκον. Λέγει δὲ καὶ τὰ παρὰ τῶν πολεμίων θρυλλούμενα· ιεʹ. Ἀπόστητε ἀπὸ ἀκαθάρτων. Ἀκαθάρτους ἐκάλουν ἡμᾶς. Εἶτα δείξας, τίνας ὀνομάζει ἀκαθάρτους, ἀνέλαβε τὸ ῥητὸν, καί φησιν· «Ἀπόστητε ἀπὸ ἀκαθάρτων· ἀπόστητε, μὴ ἐγγίσητε αὐτοῖς, ὅτι παρώξυναν,» τουτέστι, τὸν Θεόν. «Καὶ ἀνήφθησαν, καί γε ἐσαλεύθησαν.» Ἐγυμνώθησαν, φησὶ, διὰ τὴν παρανομίαν τῆς θείας ἐπικουρίας. «Εἴπατε ἐν τοῖς ἔθνεσιν, Οὐ μὴ προσθῶσι τοῦ παροικεῖν πρὸ προσώπου Κυρίου.» Παντελῶς, φησὶν, ἡμᾶς ἀπηγόρευσεν. ιζʹ. Οἱ ὀφθαλμοὶ ἡμῶν εἰς τὴν βοήθειαν ἡμῶν ἐξέλιπον, μάταια σκοπούντων ἡμῶν· ἀπεσκοπεύσαμεν εἰς ἔθνος οὐ σῶζον. Τῇ γὰρ Αἰγυπτίων