Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1000
Not analysed yet
κην προαγορεύει, καὶ τοῦ βαπτίσματος τὴν χάριν, καὶ τὴν τοῦ παναγίου Πνεύματος δωρεάν· ὑφ' ἧς καὶ τῶν προεπταισμένων τὴν ἄφεσιν λαμβάνουσιν οἱ πιστεύοντες· καὶ εἰς τὸν ἔπειτα χρόνον ἱκανὴν βοήθειαν ἔχοντες, καὶ τῶν ἐπανισταμένων παθῶν καὶ τῶν ἐπιβούλων καὶ πονηρῶν περιγίνονται πνευμάτων. Τούτοις ἐπιφέρει· «Κύριε βοηθέ μου, καὶ λυτρωτά μου.» Ἁρμόδιον τῷ ψαλμῷ τὸ ἀκροτελεύτιον τεθεικὼς, Κύριον μὲν ἐκάλεσεν ὡς ποιητὴν καὶ δημιουργόν· λυτρωτὴν δὲ, ὡς διὰ τῆς παλιγγενέσεως τοῦ παναγίου βαπτίσματος, τῆς μὲν προτέρας ἐλευθεροῦντα φθορᾶς, καὶ τῆς τῶν δαιμόνων δουλείας λυτρούμενον, ἀφθαρσίαν δὲ καὶ ἀθανασίαν δωρούμενον· καὶ ταῦτα δὲ κἀκεῖνα ὁ ψαλμὸς περιέχει, καὶ τὰ μὲν πρῶτα τὴν δημιουργίαν διδάσκει καὶ πρόνοιαν· τὰ δὲ μέσα, τὸν νόμον· τὰ δὲ τελευταῖα, τὴν χάριν. «Παραπτώματα γὰρ, φησὶ, τίς συνήσει; καὶ ἀπὸ τῶν κρυφίων μου καθάρισόν με, Κύριε, καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου·» καὶ, «Κύριε βοηθέ μου, καὶ λυτρωτά μου.» Τούτων δὲ τῶν ἀγαθῶν χορηγὸς ἡ καινὴ διαθήκη. ΕΡΜΗΝ. ΤΟΥ ΙΘʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαβίδ.» Τοῦ Σενναχηρεὶμ ἐπιστρατεύσαντος τῇ Ἰουδαίᾳ ποτὲ, καὶ στρατιὰν μεγίστην εἰς πολιορκίαν τῆς Ἱερουσαλὴμ ἀποστείλαντος, ἧς ἐστρατήγει Ῥαψάκης, καὶ γράμματα τῷ Ἐζεκίᾳ πέμψαντος βλασφημίας ἁπάσης καὶ δυσσεβείας μεστά· ὁ μακάριος Ἐζεκίας, ἀνὴρ εὐσεβείᾳ πάσῃ κοσμούμενος, ταύτην λαβὼν τὴν ἐπιστολὴν, καὶ τὸν προφήτην Ἡσαΐαν εἰς συνηγορίαν παραλαβὼν, ἔδραμεν εἰς τὸν θεῖον νεὼν, καὶ τὴν ἐπιστολὴν ἀναπτύξας, ὑπέδειξε τῷ Θεῷ, τὴν τῶν πολεμίων διδάσκων ἀσέβειαν, καὶ παρακαλῶν τῆς γεγενημένης ἕνεκα βλασφημίας δεῖξαι τοῖς Ἀσσυρίοις τὴν οἰκείαν ἰσχύν. Ταῦτα πρὸ πολλῶν γενεῶν ὁ μακάριος προαγορεύει Δαβὶδ, ὑπὸ τοῦ παναγίου φωτιζόμενος Πνεύματος, καὶ τὸν παρόντα λέγει ψαλμὸν, τὸν λαὸν ὑποδεικνὺς τῷ βασιλεῖ συνευχόμενον, καὶ παρακαλοῦντα δεκτὴν αὐτοῦ γενέσθαι τὴν ἱκετείαν. βʹ, γʹ. «Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως· ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ Ἰακώβ. Ἐξαποστείλαι βοήθειαν ἐξ ἁγίου, καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου.» Ἐπειδὴ γὰρ εἰς τὸν θεῖον νεὼν ἔδραμεν ὁ θαυμάσιος Ἐζεκίας τὴν βλάσφημον κατέχων ἐπιστολὴν, ἱκετεύουσι δεχθῆναί τε αὐτοῦ τὴν ἱκετείαν, καὶ τῆς ἐκεῖθεν ἐπικουρίας τυχεῖν. Ἅγιον ἐνταῦθα τὸν νεὼν προσηγόρευσεν.