Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1001
Not analysed yet
δʹ. «Μνησθείη Κύριος πάσης θυσίας σου· καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω.» Ἐπειδὴ καὶ ἐν τῷ τῆς εἰρήνης καιρῷ τῆς θείας ἐπεμελεῖτο λατρείας, εἰκότως ταῦτα περὶ αὐτοῦ διεξίασι, παρακαλοῦντες τὸν τῶν ὅλων Θεὸν ἀπιδεῖν εἰς τὴν τοῦ βασιλέως εὐσέβειαν· καὶ τῶν πολλῶν καὶ παντοδαπῶν ἱερείων μνησθῆναι, καὶ δοῦναι πάλιν εἰρήνην, ἵνα πλείοσιν αὐτὸν ἐξιλεώσηται θύμασι· τὸ γὰρ, «Ὁλοκαύτωμά σου πιανάτω,» οὕτως ὁ Σύμμαχος ἡρμήνευσεν, Καὶ τὴν ἀναφοράν σου πλείονα ποιήσῃ· τουτέστι τὴν ἀπὸ τῆς εἰρήνης ἄδειαν δοὺς, παράσχῃ σοι καιρὸν, εἰς τὸ πλείοσιν αὐτὸν θυσίαις ἐξιλεώσασθαι. εʹ. «Δώῃ σοι Κύριος κατὰ τὴν καρδίαν σου· καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι.» Τὸν δίκαιον, φησὶ, κριτὴν ἱκετεύομεν, τῇ τῆς ψυχῆς σου καθαρότητι κατάλληλον τὴν ἀντίδοσιν δοῦναι. ϛʹ, ζʹ. «Ἀγαλλιασόμεθα ἐπὶ τῷ σωτηρίῳ σου· καὶ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. Πληρώσαι Κύριος πάντα τὰ αἰτήματα τῆς καρδίας σου.» Σοῦ γὰρ τὰς αἰτήσεις λαμβάνοντος, καὶ ἡμεῖς κοινωνήσομεν τῆς εὐφροσύνης, περιφανεῖς καὶ περίβλεπτοι τῇ τοῦ Θεοῦ δυνάμει γιγνόμενοι. «Νῦν ἔγνων ὅτι ἔσωσε Κύριος τὸν Χριστὸν αὑτοῦ· ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὑτοῦ.» Δι' αὐτῶν, φησὶ, μεμαθήκαμεν τῶν πραγμάτων, ὡς τῷ Θεῷ θαῤῥήσας ὁ ἡμέτερος βασιλεὺς, τεύξεται τῆς σωτηρίας· καὶ ἐν τῷ κάτω νεῷ προσφέρων τὰς ἱκετείας, ἄνωθεν δέχεται τὴν βοήθειαν. Ἐπειδὴ γὰρ ἔδειξεν αὐτὸν προσευχόμενον κάτω, δείκνυσιν ἄνωθεν βοηθούμενον· «Ἐν δυναστείαις ἡ σωτηρία τῆς δεξιᾶς αὐτοῦ.» Μέγιστον γὰρ σωτηρίας ἡ τῆς αὐτοῦ δεξιᾶς δύναμις, ἣν τοῖς προσιοῦσιν ὀρέγει. Δεξιὰν δὲ πάλιν ἐνταῦθα ἀνθρωπίνως εἴρηκε, τὴν θείαν οὕτως ὀνομάζων ἐνέργειαν. ηʹ, θʹ. «Οὗτοι ἐν ἅρμασι, καὶ οὗτοι ἐν ἵπποις· ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν ἐπικαλεσόμεθα. Αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσον, ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν.» Ἐκεῖνοι, φησὶν, ἵπποις καὶ ἅρμασι θαῤῥοῦντες οὐδεμιᾶς ἐκεῖθεν ὠφελείας ἀπώναντο· ἀλλ' ἀοράτως συμποδισθέντες κατέπεσον· ἡμεῖς δὲ τὴν θείαν ἐπικαλεσάμενοι συμμαχίαν, τῆς σωτηρίας προφανῶς τετυχήκαμεν, καὶ οἱονεὶ καταπεπτωκότων τῷ φόβῳ τῶν πολεμίων, ὑπέρτεροι τῶν δυσμενῶν ἀπεφάνθημεν. ιʹ. «Κύριε, σῶσον τὸν βασιλέα· καὶ ἐπάκουσον ἡμῶν ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε.» Τοιγάρτοι τοσαύτης ἀπολαύσαντες ἀντιλήψεως, καὶ ἡμᾶς αὐτοὺς, καὶ τὸν ἡμέτερον βασιλέα ταύτης μεταλαγχάνειν διηνεκῶς ἱκετεύομεν, Δέσποτα.