Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.997
Not analysed yet
κὴν, τῶν αἰωνίων ἀγαθῶν προξενεῖ τὴν ἀπόλαυσιν. Εἰκότως δὲ τὸν τοῦ Θεοῦ φόβον ἁγνὸν προσηγόρευσε, τουτέστι μέμψεως καθαρόν· ὡς τοῦ ἀνθρωπείου φόβου ψεγομένου, καὶ δειλίας προσηγορίαν ἔχοντος· τὰ δὲ κρίματα ἀληθινὰ καὶ δεδικαιωμένα ὠνόμασεν· ἅτε δὴ καὶ τιμὰς καὶ τιμωρίας ἐνδίκους ἐπιφέροντα τοῖς ἀνθρώποις. Ταῦτα οὖν ἔφη καὶ χρυσοῦ καὶ λίθων τιμίων τιμιώτερα, καὶ μέλιτος εἶναι γλυκύτερα· ἀλλ' οὐ πᾶσιν ἀνθρώποις, ἀλλὰ τοῖς ἀληθῶς ἀνθρώποις, ὧν ὁ βίος οὐ παραβάλλεται τοῖς ἀλόγοις κτήνεσι, κατὰ τὴν αὐτοῦ τοῦ Προφήτου φωνήν. ιβʹ. «Καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτά.» Ἐπὶ τίνι κέρδει, σαφέστερον δίδαξον· «Ἐν τῷ φυλάσσειν αὐτὰ ἀνταπόδοσις πολλή.» Μεγίστη, φησὶν, ἀντίδοσις πρόκειται τοῖς ταῦτα φυλάττειν προαιρουμένοις· καὶ ἐπειδήπερ εἴρηκε τοῦ Θεοῦ φυλάττειν τὰ κρίματα, εἰς νοῦν λαβὼν τὴν ἀνθρωπίνην ἀσθένειαν, καὶ τοῦ ῥήματος τὸ ὑπέρογκον λογισάμενος, εὐθὺς ἐπήγαγε· ιγʹ. «Παραπτώματα τίς συνήσει; ἀπὸ τῶν κρυφίων μου καθάρισόν με.» Κἂν γὰρ προθυμίᾳ πολλῇ φυλάξαι βουληθῶ τοῦ Θεοῦ τὰς ἐντολὰς, ὑπὸ τῆς φυσικῆς ἀσθενείας εἰς πολλὰ παρὰ γνώμην καθέλκομαι· καί τινα μὲν ἀγνοῶν πλημμελῶ, τινὰ δὲ ὑπὸ τῶν προσπιπτουσῶν νικώμενος περιστάσεων. Κἂν διαφύγω δὲ τῶν ἔργων τὴν μαρτυρίαν, ῥύπου με παντὸς ἀναπιμπλῶσιν οἱ λογισμοί. Διὰ τοῦτο ἱκετεύω σε τὸν καθᾶραι δυνάμενον, καὶ βοῶ· «Ἀπὸ τῶν κρυφίων μου καθάρισόν με.» ιδʹ. «Καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου.» Οὐ γὰρ μόνον με οἱ λογισμοὶ κυκλοῦσιν, ἀλλὰ καὶ τῶν δαιμόνων τὸ στίφος πολιορκεῖ· καὶ οἱ μὲν ἔξωθεν ἐπιβουλεύουσιν, οἱ δὲ συμπράττουσιν ἔνδοθεν. Εἰκότως δὲ αὐτοὺς ἀλλοτρίους ὠνόμασεν, ὡς δυσμενεῖς καὶ πολεμίους, καὶ παντελῶς ἀρνησαμένους τὴν πρὸς ἡμᾶς οἰκειότητα. «Ἐὰν μή μου κατακυριεύσουσι, τότε ἄμωμος ἔσομαι· καὶ καθαρισθήσομαι ἀπὸ ἁμαρτίας μεγάλης. [ιεʹ] Καὶ ἔσονται εἰς εὐδοκίαν τὰ λόγια τοῦ στόματός μου, καὶ ἡ μελέτη τῆς καρδίας μου ἐνώπιόν μού ἐστι διαπαντός.» Τῆς δὲ σῆς ἐπικουρίας ἀπολαῦσαι ποθῶ· ἵνα τὰς τούτων ἐπιβουλὰς διαδρὰς, μώμου σοι παντὸς ἐλευθέραν τὴν ψυχὴν παραστήσω· καὶ τῶν προεπταισμένων παρὰ σοῦ λαβὼν τὴν συγγνώμην, αἰώνιόν σοι προσενέγκω τὴν ὑμνῳδίαν, τῶν σῶν λογίων διηνεκῆ τὴν μελέτην ποιούμενος. Διὰ τούτων μέντοι τὴν καινὴν διαθή-