Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1004
Not analysed yet
ΕΡΜΗΝ. ΤΟΥ Κ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαβίδ.» Μετὰ τὴν νίκην ἐκείνην τὴν λαμπρὰν καὶ περιφανῆ, καὶ τῶν Ἀσσυρίων τὸν ἀόρατον ὄλεθρον, ὁ μακάριος ἠῤῥώστησεν Ἐζεκίας. Καὶ διὰ τοῦ προφήτου Ἡσαΐου μαθὼν, ὡς τεθνήξεται, δάκρυσι θερμοῖς ἱλεωσάμενος τὸν Θεὸν, καὶ τῆς νόσου τὴν ἀπαλλαγὴν ἔλαβε, καὶ πέντε καὶ δέκα ἐνιαυτῶν ζωῆς ἐπαγγελίαν ἐδέξατο. Πάλιν τοίνυν ὁ θεῖος Δαβὶδ, ὡς ἐκ προσώπου τοῦ λαοῦ, καὶ τοῦτον ἔγραψε τὸν ψαλμὸν, ἐπὶ τῇ τοῦ βασιλέως ὑγιείᾳ τὸν Θεὸν ἀνυμνῶν. βʹ, γʹ. «Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεύς· καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα. Τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ· καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν.» Δυνατὸς ὢν, φησὶ, καὶ φιλάνθρωπος, εὐμενῶς ἐδέξω τοῦ βασιλέως ἡμῶν τὴν προσευχήν· καὶ πάσας αὐτῷ δέδωκας τὰς αἰτήσεις· μᾶλλον δὲ μείζους τῶν αἰτήσεων δωρεὰς ἐδωρήσω. Τοῦτο γὰρ ἐπήγαγεν. δʹ. «Ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος· ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου.» Τὴν βασιλείαν γὰρ οὐκ αἰτηθεὶς παρέσχες αὐτῷ· οἰκείᾳ δὲ φιλοτιμίᾳ τῷ βασιλικῷ στεφάνῳ τὴν κεφαλὴν αὐτοῦ κατεκόσμησας. εʹ. «Ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος.» Ἔλαβε, φησὶν, ὅπερ ἱκέτευσε, καὶ τετύχηκε ζωῆς ἣν ἐπόθησε. Τὸ γὰρ αἰῶνα αἰῶνος καὶ τὸν μέλλοντα βίον παραδηλοῖ, [τὸν τοῖς ἁγίοις ηὐτρεπισμένον,] ὃς τὸ ἀνώλεθρον ἔχει. ϛʹ. «Μεγάλη ἡ δόξα αὐτοῦ ἐν τῷ σωτηρίῳ σου· δόξαν καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπ' αὐτόν.» Οὐ γὰρ μόνον σωτηρίαν αὐτῷ δεδώρησαι, ἀλλὰ καὶ περιφανῆ καὶ ὑψηλὸν πεποίηκας αὐτὸν, καὶ περίβλεπτον, τῷ τε τῶν πολεμίων παραδόξῳ θανάτῳ, καὶ τῷ τὸν ἥλιον τὴν ἐναντίαν δραμεῖν. Οὕτω δὲ τοῦτο πανταχοῦ γῆς καὶ θαλάττης ἐγένετο γνώριμον, ὡς τῶν Βαβυλωνίων τὸν βασιλέα δῶρα πέμψαι τοῖς πάλαι δῶρα τοῖς Ἀσσυρίοις παρέχουσι. Τοῦ γὰρ Ἐζεκίου χάριν ὑπέλαβε τοῦτο δεδρακέναι ἢ πεπονθέναι τὸν ἥλιον, τῷ τῶν Ἀσσυρίων θανάτῳ χρώμενος τεκμηρίῳ. ζʹ. «Ὅτι δῴης αὐτῷ εὐλογίαν εἰς αἰῶνα τοῦ αἰῶνος, εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου.» Καὶ ἐν ἁπάσαις δὲ, φησὶ, ταῖς γενεαῖς ἀοίδιμος ἔσται, καὶ πολυθρύλλητος, τοσαύτην ἐσχη-