Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1005
Not analysed yet
κὼς παρὰ σοὶ παῤῥησίαν. Τὸ γὰρ, «μετὰ τοῦ προσώπου σου,» παρὰ τῷ προσώπῳ σου τέθεικεν ὁ Σύμμαχος. Εὐφροσύνην τοίνυν ἕξει, φησὶ, καὶ διηνεκῆ θυμηδίαν, τοῦ σοῦ προσώπου, τουτέστι, τῆς σῆς εὐμενείας τυγχάνων. Αἴτιον δὲ τούτων αὐτῷ γέγονε τὸ ἐπὶ σοὶ πεποιθέναι. Τοῦτο γὰρ ἐπήγαγεν· ηʹ. «Ὅτι βασιλεὺς ἐλπίζει ἐπὶ Κύριον, καὶ ἐν τῷ ἐλέει τοῦ Ὑψίστου οὐ μὴ σαλευθῇ.» Κρείττων ἐστὶ τῶν πολεμούντων τῆς σῆς χάριτος ἀπολαύων· ἀπολαύει δὲ ταύτης, ἀνθρώπῳ μὲν οὐδενὶ θαῤῥῶν, τῇ δέ σου ἐλπίδι. θʹ. «Εὑρεθείη ἡ χείρ σου πᾶσι τοῖς ἐχθροῖς σου· ἡ δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε.» Τοῦτο σαφέστερον ὁ Σύμμαχος εἴρηκε. Καταλήψεται ἡ χείρ σου πάντας τοὺς ἐχθρούς σου· ἡ δεξιά σου εὑρήσει πάντας τοὺς μισοῦντάς σε. Ἔχεται δὲ τῆς ἀκολουθίας τὰ εἰρημένα. Οὐ μάτην γὰρ ὁ βασιλεὺς τῇ σῇ ἐλπίδι τεθάῤῥηκεν· ἀλλ' εἰδὼς ὡς τῶν πολεμίων ἁπάντων κρείττων ἡ σὴ δεξιὰ καὶ τούς τε ταχυτάτους [καταλήψεται, τούς τε δυνατωτάτους], καταλῦσαι δυνήσεται. Δεξιὰν δὲ καὶ χεῖρα, πάλιν τὴν ἐνέργειαν εἶπεν. ιʹ, ιαʹ. «Ὅτι θήσεις αὐτοὺς ὡς κλίβανον πυρὸς εἰς καιρὸν τοῦ προσώπου σου. Κύριος ἐν ὀργῇ αὑτοῦ συνταράξει αὐτοὺς, καὶ καταφάγεται αὐτοὺς πῦρ. Τὸν καρπὸν αὐτῶν, ἀπὸ τῆς γῆς ἀπολεῖς, καὶ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων.» Ῥᾷστόν σοι, φησὶ, κλιβάνου δίκην ἐξάψαι αὐτοὺς, καὶ καταναλῶσαι ὡς ὕλην εὔπρηστον ἐν πυρί· καὶ οὐκ αὐτοὺς μόνον, ἀλλὰ καὶ τοὺς ἐκείνων ἐγγόνους· τούτους γὰρ καὶ σπέρμα καὶ καρπὸν προσηγόρευσεν· ὥστε πᾶσαν αὐτῶν ἐξαλειφθῆναι τὴν μνήμην. Τὸ δὲ «εἰς καιρὸν τοῦ προσώπου,» ἀντὶ τοῦ, ἐν τῷ τῆς ὀργῆς σου καιρῷ, ὅταν τοῦτο δοκιμάσῃς γενέσθαι, καὶ ἐπιτήδειον εἶναι κρίνῃς τὸν τῆς τιμωρίας καιρόν. ιβʹ. «Ὅτι ἔκλιναν εἰς σὲ κακά.» Ἐπειδὴ κατὰ σοῦ τὴν γλῶτταν ἐκίνησαν, καὶ βλασφήμοις λόγοις ἐχρήσαντο. «Διελογίσαντο βουλὰς αἳ οὐ μὴ δύνωνται στῆναι.» Ἔνια μέντοι τῶν ἀντιγράφων στῆναι· ὁ δὲ Σύμμαχος οὕτως εἴρηκεν·» Ἐλογίσαντο ἐννοίας ἀδυνάτους.» Προλέγει δὲ διὰ τούτου τὰς βλας-