Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1008
Not analysed yet
φήμους τοῦ Ἀσσυρίου φωνάς· «Μή σε ἀπατάτω ὁ Θεὸς ᾧ σὺ πέποιθας ἐπ' αὐτῷ, ὅτι ῥύσεται τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου.» Περὶ τούτων λέγει τῶν ῥημάτων, ὅτι ἐλογίσαντο ἐννοίας ἀδυνάτους· ἢ ἐλογίσαντο βουλὰς, αἳ οὐ μὴ δύνωνται στῆναι· προσδοκήσαντες καθάπερ τῶν εἰδώλων, οὕτω καὶ τοῦ ὄντος Θεοῦ περιέσεσθαι. ιγʹ. «Ὅτι θήσεις αὐτοὺς νῶτον.» Ὁ δὲ Σύμμαχος οὕτω· «Ὅτι θήσεις αὐτοὺς ἀποστρόφους.» Τοὺς γὰρ τὴν τοῦ ἀγγέλου διαφυγόντας πληγὴν, εἰς φυγὴν τρέψεις, καὶ τὰ νῶτα δοῦναι καταναγκάσεις· ἵνα ἀπελθόντες τὰ γεγενημένα κηρύξωσιν. Ταῦτα δὲ προῤῥητικῶς τέθεικεν ὁ προφήτης, ὡς μηδέπω γεγενημένα. «Ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν.» Τοῦτό τινες μεθ' ὑπερβατοῦ ἔφασαν εἶναι, καὶ νενοήκασιν οὕτως· Ἐν τοῖς περιλοίποις αὐτῶν ἑτοιμάσεις τὸ πρόσωπόν σου, ἀντὶ τοῦ, Καὶ τοῖς καταλειφθεῖσι, καὶ διαφυγοῦσιν ἐπάξεις τὴν τιμωρίαν. Δυνατὸν δὲ καὶ τῇ αὐτῇ συνθήκῃ χρωμένους, τὴν αὐτὴν ἔννοιαν προσαρμόσαι, «Ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν.» Τὰς γὰρ ὑπολοίπους σοι τιμωρίας ἐπαγαγεῖν αὐτοῖς εὐπετές σοι καὶ ῥᾴδιον· καὶ τοὺς φεύγοντας, καὶ νῶτα δεδωκότας, καὶ ἡγουμένους διαπεφευγέναι τὸν θάνατον, ἀντιστρέψαι, καὶ στῆσαι, καὶ κολάσαι σοι δυνατόν. ιδʹ. «Ὑψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου· ᾄσομεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου.» Οὐ ταπεινὸς ὢν ὁ Θεὸς ὑψοῦται, οὐδὲ ὃ μὴ ἔχει προσλαμβάνει· ἀλλ' ὅπερ ἔχει δείκνυσιν. Εἰκότως τοίνυν εἶπεν, «Ὑψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου.» Δείκνυται γάρ σου τὸ ὕψος διὰ τῆς ἀῤῥήτου δυνάμεως, ἣν ἡμεῖς ᾄδοντες καὶ ὑμνοῦντές σε διατελέσομεν, τὰς σὰς θαυματουργίας διεξιόντες. ΕΡΜΗΝ. ΤΟΥ ΚΑʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος. Ὑπὲρ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς ψαλμὸς τῷ Δαβίδ.» Οὗτος ὁ ψαλμὸς τοῦ Δεσπότου Χριστοῦ προαγορεύει τὰ τοῦ πάθους, καὶ τῆς ἀναστάσεως, καὶ τῶν ἐθνῶν τὴν κλῆσιν, καὶ τῆς οἰκουμένης τὴν σωτηρίαν. Καὶ ἡ ἐπιγραφὴ δὲ τοῦτο δηλοῖ. [Εἰς τὸ τέλος γὰρ ὑπὲρ τῆς ἑωθινῆς ἀντιλήψεως· τὸ μὲν εἰς τὸ τέλος, κεῖται, ἵνα τὴν οἰκονομίαν ἐννοῇς τὴν ἐπὶ συντελείᾳ τῶν αἰώνων γε-