Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1009
Not analysed yet
γενημένην παρ' αὐτοῦ.] Ἀντίληψις γὰρ ἑωθινὴ τοῦ Σωτῆρος ἡμῶν ἐπιφάνεια, ἡ δίκην ὄρθρου τοῖς ἐν σκότῳ καθημένοις ἐπιλάμψασα. Φῶς γὰρ ἀληθινὸν ὁ Δεσπότης. Ἀνίσχον δὲ τὸ φῶς, τὸν ὄρθρον ἀποτελεῖ, οὗ φανέντος ἐλύθη τὸ σκότος, [καὶ ἡ διαβολικὴ ἀχλύς. Ἡ γὰρ κακία πολλαχοῦ τῆς Γραφῆς διὰ τοῦ σκότους ἐν αἰνίγματι νοεῖται. Τινὲς δὲ ἀντίληψιν ἑωθινὴν λέγουσι τὸν τῆς ἀναστάσεως τοῦ Σωτῆρος καιρόν.] Εἰς αὐτὸν τοίνυν εἴρηται ὁ ψαλμός. Μᾶλλον γὰρ πιστευτέον τοῖς ἱεροῖς ἀποστόλοις, καὶ αὐτῷ τῷ Σωτῆρι χρωμένῳ σαφῶς τῷ τοῦ ψαλμοῦ προοιμίῳ, ἢ τοῖς παρερμηνεύειν ἐπιχειροῦσιν. βʹ. «Ὁ Θεὸς, ὁ Θεός μου, πρόσχες μοι· ἵνα τί ἐγκατέλιπές με;» Τῷ ἰκρίῳ δὲ προσηλωμένος ταύτην ὁ Δεσπότης προήκατο τὴν φωνὴν, αὐτῇ χρησάμενος τῇ Ἑβραίων φωνῇ, ἡλὶ, ἡλὶ, λεμὰ σαβαχθανί; Πῶς τοίνυν οἷόν τε τῆς αὐτῆς τῆς ἀληθείας παραγράψασθαι μαρτυρίαν; Ἐγκαταλελεῖφθαι δὲ λέγει, ὡς ἁμαρτίας μὲν οὐδεμιᾶς ὑπ' αὐτοῦ γενομένης, τοῦ δὲ θανάτου κεκρατηκότος, ὃς κατὰ τῶν ἡμαρτηκότων τὴν ἐξουσίαν ἐδέδεκτο. Ἐγκατάλειψιν τοίνυν καλεῖ, οὐ τὸν τῆς ἡνωμένης θεότητος χωρισμὸν, ὥς τινες ὑπειλήφασιν, ἀλλὰ τὴν γεγενημένην τοῦ πάθους συγχώρησιν. Παρῆν γὰρ ἡ θεότης καὶ πασχούσῃ τῇ τοῦ δούλου μορφῇ, καὶ συνεχώρησε παθεῖν, πάσῃ τῇ φύσει μηχανωμένη τὴν σωτηρίαν. Αὕτη μέντοι πάθος ἐκεῖθεν οὐκ εἰσεδέχετο· πῶς γὰρ οἷόν τε ἦν τὴν ἀπαθῆ φύσιν παθεῖν; Λέγει δὲ ταῦτα ὁ Δεσπότης Χριστὸς ὡς ἄνθρωπος, καὶ ἐπειδὴ ἀπαρχὴ τῆς ἀνθρωπείας φύσεως ἦν, ὑπὲρ ἁπάσης τῆς φύσεως ἐν τοῖς ἐπαγομένοις ποιεῖται τοὺς λόγους· «Μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου.» Ἰστέον δὲ, ὡς τῶν παραπτωμάτων οὐδεὶς τῶν ἄλλων ἑρμηνευτῶν ἐμνημόνευσεν· ἀλλ' ὁ μὲν Ἀκύλας, βρυχήματός μου, ὁ δὲ Σύμμαχος, ὀδυρμῶν μου, ὁ δὲ Θεοδοτίων, βοήσεώς μου. Ἵνα δὲ μὴ δόξωμεν τοῖς ἄλλοις ἑρμηνευταῖς ἐνταῦθα κεχρημένοι, ἐκ περινοίας τοὺς ἑτέρους τὸν ψαλμὸν ἑρμηνευκότας ἐλέγχειν, τῇ τῶν Ἑβδομήκοντα ἑρμηνείᾳ χρησόμεθα. Ταύτῃ γὰρ κἀκεῖνοι τῇ ῥήσει προσεσχηκότες οὐκ ἔφασαν ἁρμόττειν τὸν ψαλμὸν τῷ Κυρίῳ. Πῶς γὰρ, φησὶν,