Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1012
Not analysed yet
οἷόν τε ἦν τὸν οὐχ ἡμαρτηκότα λέγειν, μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου; Ἀκουσάτωσαν τοίνυν Ἰωάννου τοῦ πάνυ βοῶντος· «Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» Τοῦ δὲ θεσπεσίου Παύλου λέγοντος· «Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη ἐν αὐτῷ.» Καὶ πάλιν· «Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα.» Τοιγαροῦν ὥσπερ δικαιοσύνης ὑπάρχων πηγὴ, τὴν ἡμετέραν ἁμαρτίαν ἀνέλαβε, καὶ εὐλογίας ὢν πέλαγος, τὴν ἐπικειμένην ἡμῖν ἐδέξατο κατάραν, καὶ σταυρὸν ὑπέμεινεν αἰσχύνης καταφρονήσας· οὕτω καὶ τοὺς ὑπὲρ ἡμῶν ἐποιήσατο λόγους. Εἰ γὰρ τὴν ὡρισμένην ὑμῖν παιδείαν ὑπῆλθεν ἑκών· «Παιδεία γὰρ εἰρήνης ἡμῶν ἐπ' αὐτὸν,» ᾗ φησιν ὁ προφήτης· πολλῷ μᾶλλον τοῖς ὑπὲρ ἡμῶν ἀνθ' ἡμῶν ἐχρήσατο λόγοις, καὶ βοᾷ «Μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου.» Μὴ ἀποβλέψῃς, φησὶν, εἰς τὰ τῆς φύσεως πλημμελήματα· ἀλλὰ δὸς τὴν σωτηρίαν διὰ τὰ ἐμὰ παθήματα. Καὶ ἐπειδὴ τὸ πάθος ἀνθρωπίνως οἰκονομῶν πολλάκις προσηύξατο παρὰ τὸν τοῦ πάθους καιρόν· «Πάτερ, λέγων, εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ' ἐμοῦ·» καὶ ἀθυμῶν ἔλεγε· «Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου·» εἰκότως καὶ ὁ ψαλμὸς ταῦτα προαγορεύων ἔφη· γʹ. «Ὁ Θεός μου κεκράξομαι ἡμέρας πρὸς σὲ, καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτὸς, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί.» Ἢ κατὰ τοὺς λοιποὺς, καὶ νυκτὸς, καὶ οὐ σιγή. Νύκτωρ, φησὶ, καὶ μεθ' ἡμέραν διηνεκῶς βοῶντος, καὶ σιγᾷν οὐκ ἀνεχομένου, οὐκ ἀκήκοας, ἀλλὰ τῷ πάθει παρέδωκας· ἀλλ' ὅμως οἶδα τὸ τῆς οἰκονομίας μυστήριον. Τοῦτο γὰρ παρεδήλου τὸ, «Οὐκ εἰς ἄνοιαν ἐμοί.» Νενόηκα γὰρ ὡς οὐ μάτην ἀνεβάλου τὴν τῆς αἰτήσεως δόσιν, ἀλλὰ μέγα τι καὶ σωτήριον ἐκ τοῦ πάθους οἰκονομῶν. δʹ. «Σὺ δὲ ἐν ἁγίῳ κατοικεῖς ὁ ἔπαινος τοῦ Ἰσραήλ.» Τὸ δὲ πάντων παραδοξότατόν φησιν, ὅτι σοῦ ἐν τῷ ἁγίῳ τούτῳ σώματι κατοικοῦντος, ἐνεργεῖται τὸ πάθος. Ἔπαινον δὲ Ἰσραὴλ αὐτὸν ὀνομάζει, ὡς ὑπὸ τῶν οἰκείων θεραπευτῶν ἐπαινούμενον καὶ ὑμνούμενον· ἀντὶ γὰρ τοῦ ἔπαινος, ὕμνος οἱ ἄλλοι τεθείκασιν ἑρμηνευταί. εʹ. «Ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν.» Δείκνυσι τῆς ἐλπίδος τὸ κέρδος. «Ἤλπισαν καὶ ἐῤῥύσω αὐτούς. [ϛʹ.] Πρὸς σὲ ἐκέκραξαν, καὶ ἐσώθησαν· ἐπὶ σοὶ ἤλπισαν, καὶ οὐ κατῃσχύνθησαν.» Καίτοι, φησὶν, οἶδα σαφῶς, ὡς ἅπαντες ἡμῶν οἱ πατέρες τῇ σῇ βοηθείᾳ θαῤῥήσαντες, οὐκ ἐψεύσθησαν τῆς ἐλπίδος· καὶ εἰς ἐπικουρίαν σε καλέσαντες τῆς σῆς προνοίας ἀπήλαυσαν.