Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1013
Not analysed yet
ζʹ. «Ἐγὼ δέ εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος· ὄνειδος ἀνθρώπου, καὶ ἐξουθένημα λαοῦ.» Ἐγὼ δὲ, φησὶ, δίκην σκώληκος, εὐτελής τε ὤφθην, καὶ καταγέλαστος ἐγενόμην. Τινὲς δὲ διὰ τοῦ σκώληκος εἶπον παραδηλοῦσθαι καὶ τὴν ἐκ Παρθένου γέννησιν· οὐκ ἐκ συνουσίας γὰρ οὗτος ἔχει τὸ εἶναι. Ἐγὼ δὲ ἡγοῦμαι τὴν εὐτέλειαν διὰ τοῦ σκώληκος ἐνταῦθα μόνον παραδηλοῦσθαι τεκμαιρόμενος, φησὶ γάρ· ηʹ, θʹ. «Πάντες οἱ θεωροῦντές με, ἐξεμυκτήρισάν με· ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλήν. Ἤλπισεν ἐπὶ Κύριον, ῥυσάσθω αὐτόν· σωσάτω αὐτὸν, ὅτι θέλει αὐτόν.» Καὶ ταῦτά ἐστιν ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις προσκείμενα· «Πολλοὶ γὰρ, φησὶ, κινοῦντες τὰς κεφαλὰς, ἔλεγον· ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι.» Καὶ τῶν λῃστῶν θάτερος ἔλεγεν· «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, σῶσον σεαυτὸν καὶ ἡμᾶς.» Καὶ μέντοι καὶ τό· «Ἤλπισεν ἐπὶ Κύριον, ῥυσάσθω αὐτὸν, σωσάτω αὐτὸν, ὅτι θέλει αὐτὸν,» ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔστιν εὑρεῖν. ιʹ, ιαʹ. «Ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός· ἡ ἐλπίς μου ἀπὸ μασθῶν τῆς μητρός μου. Ἐπὶ σὲ ἐπεῤῥίφην ἐκ μήτρας· ἀπὸ γαστρὸς μητρός μου Θεός μου εἶ σύ.» Ταῦτα καὶ ὁ μακάριος προεθέσπισεν Ἡσαΐας· εἰρηκὼς γὰρ, ὅτι «Ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ,» ἐπήγαγε· «Βούτυρον καὶ μέλι φάγεται, πρὶν ἢ γνῶναι αὐτὸν ἀγαθὸν ἢ κακόν, ἀπειθεῖ πονηρίᾳ, τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν.» Καὶ ὁ μακάριος τοίνυν Δαβὶδ, τῷ τοῦ Δεσπότου Χριστοῦ κεχρημένος προσώπῳ φησὶν, ὅτι Σύ με καὶ διέπλασας ἐν μήτρᾳ, καὶ ἐκεῖθεν πάλιν ἐξήγαγες, καὶ ἔτι τιθηνούμενος, καὶ τὴν μητρῴαν ἕλκων θηλὴν, τῆς σῆς κηδεμονίας τὰς ἐμὰς ἐλπίδας ἐξήρτησα. ιβʹ. «Μὴ ἀποστῇς ἀπ' ἐμοῦ, ὅτι θλίψις ἐγγὺς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν μοι.» Καὶ γὰρ τότε τῶν μαθητῶν αὐτὸν κατελελοίπει χορός· εἶτα προλέγει τῆς θλίψεως τὰ εἴδη. ιγʹ, ιδʹ. «Περιεκύκλωσάν με μόσχοι πολλοί· ταῦροι πίονες περιέσχον με. Ἤνοιξαν ἐπ' ἐμὲ τὸ στόμα αὑτῶν, ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος.» Καλεῖ δὲ ταύρους, τοὺς ἱερέας καὶ Γραμματέας, τὴν τοῦ λαοῦ πεπιστευμένους ἀρχὴν, καὶ πολλῇ θρασύτητι κεχρημένους· μόσχους δὲ, τοὺς ὑπ' αὐτοὺς τεταγμένους· πίονας δὲ αὐτοὺς ὀνομάζει, ὡς τοῖς ὑπ' αὐτοῦ χορηγηθεῖσιν ἐντρυφήσαντας ἀγαθοῖς. Οὕτω γὰρ καὶ ὁ μέγας προείρηκε Μωσῆς· «Καὶ ἔφαγεν Ἰακὼβ, καὶ ἐνεπλήσθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος, ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη, καὶ