Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1016
Not analysed yet
ἐγκατέλιπε Κύριον τὸν ποιήσαντα αὐτόν.» Καὶ μέντοι καὶ ὁ μακάριος Ὠσηὲ, δαμάλει αὐτὸν ἀπεικάζει θρασυνομένῃ· «Ὡς δάμαλις γὰρ παροιστρῶσα παροίστρησεν Ἐφραΐμ.» Οὕτω δὲ τὸν λαὸν προσηγόρευσεν· «Οὕτω δὲ καὶ Ἐφραῒμ, φησὶ, δάμαλις δεδιδαγμένη ἀγαπᾷν νεῖκος·» τουτέστιν, ἐριστικὴ καὶ φιλόνεικος. Νεῖκος γὰρ οὐ τὴν νίκην, ἀλλὰ τὴν φιλονεικίαν καλεῖ. Καὶ δεικνὺς τὴν μετὰ ταῦτα ταπείνωσιν ἐπήγαγεν· «Ἐγὼ δὲ ἐπιβήσομαι ἐπὶ τὸ κάλλος τοῦ τραχήλου αὐτῆς.» Τὸν γαῦρον αὐτῆς αὐχένα ταπεινώσω, καὶ τὸν τῆς δουλείας ἐπιθήσω ζυγόν. Τοιγαροῦν καὶ ὁ ψαλμὸς προδιαγράφει τὰς τῶν ἀρχιερέων, καὶ Γραμματέων, καὶ Φαρισαίων ἐπαναστάσεις, οἳ ταύρων θρασύτητα, καὶ λεόντων μανίαν μιμούμενοι περιεστοίχιζον τὸν Δεσπότην Χριστόν. ιεʹ. «Ὡσεὶ ὕδωρ ἐξεχύθη πάντα τὰ ὀστᾶ μου.» Ὀστᾶ καλεῖ τοὺς ἱεροὺς ἀποστόλους· ἐπειδὴ καὶ σῶμα τὴν Ἐκκλησίαν καλεῖ· ἰσχὺς δὲ τοῦ σώματος τὰ ὀστᾶ· ὑπὸ τούτων γὰρ τὸ μανὸν καὶ διαῤῥέον τοῦ σώματος φέρεται· ἐσκορπίσθησαν δὲ ἅπαντες κατὰ τὸν τοῦ πάθους καιρὸν, δίκην ὕδατος τῇδε κἀκεῖσε διαιρηθέντες. «Ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος, ἐν μέσῳ τῆς κοιλίας μου. [ιϛʹ] Ἐξηράνθη ὡς ὄστρακον ἡ ἰσχύς μου, καὶ ἡ γλῶσσά μου κεκόλληται τῷ λάρυγγί μου, καὶ εἰς χοῦν θανάτου κατήγαγές με.» Καὶ ταῦτα πάντα γεγένηται παρὰ τὸν τοῦ πάθους καιρόν. Ἡ καρδία μὲν γὰρ τῇ δειλίᾳ, ὡς ὁ κηρὸς τῷ πυρὶ, διελύθη, καὶ ἡ ἰσχὺς τὴν προτέραν ἐνέργειαν οὐκ ἐδείκνυ· καὶ μέντοι καὶ ἡ γλῶσσα ἀκίνητος ἔμενε. Καὶ διδάσκουσιν ἡμᾶς οἱ θεσπέσιοι εὐαγγελισταὶ, ὅτι πολλάκις ἐρωτηθεὶς οὐδὲν ἀπεκρίνατο. Παρεδόθη δὲ καὶ τῷ τάφῳ μετὰ τὸ πάθος, ὅπερ χοῦν θανάτου ὠνόμασεν, ἅτε δὴ χωννυμένων τῶν θαπτομένων. ιζʹ. «Ὅτι ἐκύκλωσάν με κύνες πολλοί· συναγωγὴ πονηρευομένων περιέσχον με.» Μετὰ τοὺς Ἰουδαίους, τοῦ ἐξ ἐθνῶν μνημονεύει στρατοῦ· τούτοις γὰρ αὐτὸν ἐκεῖνοι παραδεδώκασιν. Διὸ καὶ τὴν τάξιν ἡ προφητεία τῶν πραγμάτων ἐφύλαξεν. Εἰκότως δὲ ταύρους μὲν ἐκείνους, κύνας δὲ τούτους ὠνόμασεν· [οἱ μὲν γὰρ ὑπὸ τὸν τοῦ νόμου ζυγὸν ἦσαν· εἰ καὶ προφανῶς τὸν νόμον παρέβαινον· οἱ δὲ κατὰ νόμον ἦσαν ἀκάθαρτοι. Οὕτω δὲ καὶ ὁ Κύριος τὴν Χαναναίαν ὠνόμασεν.] «Οὐκ ἔστι γὰρ καλὸν, φησὶ, λαβεῖν τὸν ἄρτον τῶν τέκνων,