Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1017
Not analysed yet
καὶ δοῦναι τοῖς κυναρίοις.» Ἀλλ' ὅμως μετὰ τὸ πάθος, οἱ πάλαι κύνες, διὰ πίστεως εἰς τὴν τῶν υἱῶν μεταβεβήκασι τάξιν· οἱ δὲ πάλαι τὴν υἱῶν ἐσχηκότες κηδεμονίαν, τὴν κυνῶν προσηγορίαν ἐδέξαντο, ἅτε δὴ κυνῶν δίκην κατὰ τοῦ Δεσπότου λυττήσαντες. Περὶ τούτων ὁ μακάριος Παῦλος βοᾷ· «Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν.» Ὁ μέντοι προφητικὸς λόγος κύνας προσαγορεύσας ἔφη· «Συναγωγὴ πονηρευομένων περιέσχον με.» Εἶτα διηγεῖται τὰ ὑπ' αὐτῶν τολμηθέντα. «Ὤρυξαν χεῖράς μου, καὶ πόδας μου. [ιηʹ] Ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου.» Καὶ τοῦτο δῆλόν ἐστι, καὶ σαφὲς, καὶ τοῖς λίαν φιλονεικοῦσιν. Ἀκούομεν γὰρ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις αὐτοῦ τοῦ Κυρίου πρὸς τοὺς ἁγίους αὐτοῦ λέγοντος μαθητάς· «Βλέπετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι.» Καὶ μέντοι καὶ τῷ Θωμᾷ τῶν ἥλων τοὺς τύπους ὑπέδειξε, καὶ τὴν ἀπὸ τῆς λόγχης πληγήν. Τὸ δὲ «ἐξηρίθμησαν, πάντα τὰ ὀστᾶ μου,» τοῦτο δηλοῖ, ὅτι Οὕτω με διέτειναν προσηλοῦντες, ὥς τε ῥᾴδιον εἶναι τῷ βουλομένῳ καὶ τὸν τῶν ὀστῶν ἀριθμὸν διαγνῶναι. «Αὐτοὶ δὲ κατενόησαν, καὶ ἐπεῖδόν με,» ἀντὶ τοῦ, ἐπιτωθάζοντες καὶ γελῶντες. ιθʹ. «Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.» Καὶ τοῦτο δὲ σαφῶς ἡ τῶν ἱερῶν Εὐαγγελίων ἱστορία διδάσκει. κʹ—κβʹ. «Σὺ δὲ, Κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν σου ἀπ' ἐμοῦ· εἰς τὴν ἀντίληψίν μου πρόσχες. Ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου. Σῶσόν με ἐκ στόματος λέοντος, καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου.» Ἐπειδὴ, φησὶν, οὐδεμίαν ἀνθρωπίνην ἔχω βοήθειαν, τῆς σῆς ἀντιλήψεως τύχοιμι, καὶ ῥυσθείην ἀπό τε τούτων, ἀπό τε τοῦ διὰ τούτων ἐνεργοῦντος, καὶ δίκην κυνὸς καὶ λέοντος ἐπιόντος· λέοντα γὰρ καλεῖ, καὶ κύνα, καὶ μονοκέρωτα, τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, κατὰ τὴν τοῦ Ἀποστόλου φωνήν· τουτέστι τὸν διάβολον, ὃς καὶ παρὰ τὸν τοῦ πάθους καιρὸν θηρὸς αὐτῷ δίκην ἐπῆλθε, τὸν θάνατον ἐπαγόμενος. Τοῦτο δὲ καὶ ὁ Κύριος εἴρηκεν ἐν τοῖς θείοις Εὐαγγελίοις· «Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου· νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω.» Καὶ πάλιν· «Ἔρχεται ὁ τοῦ κόσμου τούτου ἄρχων, καὶ ἐν