Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1020
Not analysed yet
ἐμοὶ εὑρήσει οὐδέν.» Ἀλλ' ὅμως καὶ μηδὲν εὑρὼν ὧν ἐπεζήτει, ἐπεζήτει δὲ τῆς ἁμαρτίας τοὺς μώμους, ἀναιδῶς καὶ λίαν ἀδίκως τῷ θανάτῳ παρέδωκεν· αὐτὸς δὲ τῆς ἀδικίας ἠνέσχετο, λῦσαι τὸν κοινὸν μηχανώμενος θάνατον. κγʹ. «Διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου· ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε.» Κἀντεῦθεν δῆλον, ὡς ἀνθρωπίνως ταῦτα ἐφθέγγετο, ἅτε δὴ καὶ ἀνθρωπίνως ὑπομένων ἅπερ ἐφθέγγετο. Ἀδελφοὺς γὰρ καλεῖ τοὺς εἰς αὐτὸν πεπιστευκότας. Ἀδελφοὶ δέ εἰσιν, ὡς ἀνθρώπου. Ὡς γὰρ Θεὸς, δεσπότης καὶ Κύριος· ὡς δὲ ἄνθρωπος, καὶ ἀδελφὸς ὀνομάζεται. Μονογενὴς γάρ ἐστι καὶ πρωτότοκος. Καὶ τὸ μὲν ἁρμόττει ὡς Θεῷ καὶ Κυρίῳ· [τὸ δὲ ὡς ἀνθρώπῳ.] ᾟ γὰρ Θεὸς, μόνος γεγέννηται, καὶ μονογενὴς ὀνομάζεται· ᾗ δὲ ἄνθρωπος, καὶ πρωτότοκος κέκληται. Καὶ μάρτυς ὁ Ἀπόστολος λέγων· «Εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς.» Ταῦτα τοίνυν φησὶ τοῖς ἐμοῖς διηγησάμενος ἀδελφοῖς, δι' αὐτῶν σε ὑμνήσω, παρασκευάζων ἐκείνους τοῦτον ὑφαίνειν τὸν ὕμνον· εἶτα πληροῖ τὴν ὑπόσχεσιν. κδʹ, κεʹ. «Οἱ φοβούμενοι τὸν Κύριον, αἰνέσατε αὐτόν· ἅπαν τὸ σπέρμα Ἰακὼβ, δοξάσατε αὐτόν. Φοβηθήτω δὴ ἀπ' αὐτοῦ ἅπαν τὸ σπέρμα Ἰσραήλ.» Ἐπειδὴ γὰρ ἡ Ἐκκλησία καὶ ἐξ ἐθνῶν καὶ ἐξ Ἰουδαίων συνέστηκε, καὶ τούτους κἀκείνους εἰς τὸν ὕμνον ἐγείρει τοὺς μὲν ἀπὸ τοῦ προπάτορος ὀνομάζων, Ἰακώβ τε καὶ Ἰσραὴλ, τοὺς δὲ ἀπὸ τῆς ἀρετῆς, ὡς ἀρκούσης ἀντὶ γένους κοσμῆσαι. Οὕτω δὲ καὶ Ἰουδαίους τοὺς ἐξ ἐθνῶν τῷ νόμῳ προσιόντας ἔθος ἦν ὀνομάζειν· καὶ τοῦτο ἡμᾶς ἡ τῶν Πράξεων ἱστορία διδάσκει. Δημηγορῶν γὰρ ὁ θεῖος Ἀπόστολος οὕτως ἔφη· «Ἄνδρες Ἰσραηλῖται, καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεόν.» —»Ὅτι οὐκ ἐξουδένωσεν, οὐδὲ προσώχθισε τῇ δεήσει τοῦ πτωχοῦ, οὐδὲ ἀπέστρεψε τὸ πρόσωπον αὑτοῦ ἀπ' ἐμοῦ, καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέ μου.» Ὑμνήσατε, φησὶ, τὸν αἴτιον τῆς σωτηρίας ταύτης ὑμῖν γενόμενον, τὸν τὴν εὐτελεστάτην ὑμῶν φύσιν οὐκ ἀνασχόμενον παριδεῖν, ἀλλ' εἰσακούσαντα, καὶ διὰ τῆς ἐμῆς ἀναστάσεως ὑμῖν τὴν σωτηρίαν πραγματευσάμενον μετὰ ταῦτα παραδηλοῖ ἣν ὡς Θεὸς ἔχει πρὸς τὸν Πατέρα ἰσότητα. Ἐπήγαγε γάρ· κϛʹ. «Παρὰ σοῦ ὁ ἔπαινός μου, ἐν ἐκκλησίᾳ μεγάλῃ ἐξομολογήσομαί σοι.» Ὥσπερ γὰρ ἐγὼ