Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1021
Not analysed yet
δῆλόν σε τοῖς ἀνθρώποις ποιῶ, οὕτω καὶ σὺ πάντας ἀνθρώπους διδάσκεις τὴν αὐτήν μοι προσφέρειν τιμὴν, νῦν μὲν λέγων, «Οὗτός μού ἐστιν ὁ Υἱὸς ἀγαπητὸς ἐν ᾧ ηὐδόκησα, αὐτοῦ ἀκούετε·» νῦν δὲ, «Καὶ ἐδόξασά σε, καὶ πάλιν δοξάσω.» Οὕτω τὴν περὶ αὐτοῦ γνῶσιν ἀπεκάλυψε τῷ Πέτρῳ, οὕτω τῷ Παύλῳ, οὕτω διὰ τούτων πάλιν ἀνθρώποις. Ἐκκλησίαν γὰρ μεγάλην, τὴν μέχρι τῶν τερμάτων τῆς γῆς διήκουσαν προσηγόρευσε. «Τὰς εὐχάς μου ἀποδώσω ἐνώπιον τῶν φοβουμένων αὐτόν.» Εὐχὰς ἐνταῦθα οὐ προσευχὰς λέγει, ἀλλὰ τὰς ὑποσχέσεις. Ταύτην γὰρ καὶ ὁ νόμος τὴν διαίρεσιν οἶδεν· «Εὔξῃ εὐχὴν Κυρίῳ,» ἀντὶ τοῦ, ἐὰν ὑπόσχῃ τι τῷ Θεῷ. Ἐπειδὴ τοίνυν ὑπέσχετο ἄνω διὰ τῶν εἰς αὐτὸν πιστευόντων ὕμνον ὑφαίνειν, σαφέστερον ἐνταῦθα διδάσκει, ὅτι ταῖς ἐπαγγελίαις ἐπιθήσει τὸ πέρας, ἵνα δι' αὐτῶν τῶν πραγμάτων οἱ τὰ θεῖα λόγια μελετῶντες μάθωσι τὴν τῶν λόγων ἀλήθειαν. Ἐπειδὴ δὲ ἐκκλησίας ἐμνημόνευσεν, ἀναγκαίως τὰ περὶ ταύτης ποιεῖται θεσπίσματα, καὶ τῶν ἐθνῶν ἁπάντων προαγορεύει τὴν κλῆσιν. Αὐτοὺς γὰρ πένητας ὀνομάζει, ὡς πάλαι τῆς εὐσεβείας οὐκ ἐσχηκότας τὸν πλοῦτον, ἀλλὰ τῇ τῆς ἀγνοίας δεδουλευκότας πενίᾳ. κζʹ. «Φάγονται πένητες, καὶ ἐμπλησθήσονται, καὶ αἰνέσουσιν Κύριον, οἱ ἐκζητοῦντες αὐτόν.» Οὐ πάντες, οὐδὲ γὰρ πάντες ὑπήκουσαν τῷ Εὐαγγελίῳ, ἀλλ' οἱ τὸν θεῖον εἰσδεξάμενοι πόθον· τούτους ἅτε δὴ πεινῶντας καὶ διψῶντας, κορεσθήσεσθαι ἔφη τῆς ἀθανάτου τροφῆς ἀπολαύσαντας· τὴν δὲ θείαν τροφὴν, καὶ τὴν πνευματικὴν ἴσμεν διδασκαλίαν, καὶ τὴν μυστικὴν καὶ ἀθάνατον εὐωχίαν, ἣν οἱ μεμυημένοι γινώσκουσι. «Ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος.» Καὶ γὰρ ἔτι φθαρτὸν περικείμενοι σῶμα, τῇ ἐλπίδι τῆς ἀναστάσεως ψυχαγωγούμενοι, προσμένουσι τὴν ζωὴν αἰώνιον. κηʹ. «Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς.» Καλῶς τὸ μνησθήσονται τέθεικε· ἐπειδὴ ὑπὸ τοῦ Θεοῦ τὸ εἶναι δεξάμενοι, τοῦ δημιουργήσαντος ἐπελήσθησαν. Πάντα μέντοι τὰ πέρατα τῆς γῆς, οὐχ ἓν ἔθνος, οὐδὲ δύο, ἀλλ' ἐκ πάντων τῶν κατὰ τὴν οἰκουμένην προσδραμοῦνται μυρίοι, καὶ δέξονται προθύμως τὴν τῆς θεογνωσίας ἀκτῖνα. «Καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν.» Καὶ διδάσκων ὡς οἰκεία τοῦ Θεοῦ ἡ δεσποτεία, καὶ οὐκ ἀλλοτρία, τέθεικεν.