Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1024
Not analysed yet
κθʹ. «Ὅτι τοῦ Κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν.» Οὐ γὰρ μόνον Ἰουδαίων Θεὸς ὁ Θεὸς, ὡς ἐκεῖνοι νομίζουσιν, ἀλλὰ πάσης τῆς τῶν ἀνθρώπων φύσεως ποιητής. Οὕτω καὶ ὁ Ἀπόστολος ἔφη· Ἢ Ἰουδαίων ὁ Θεὸς μόνον οὐχὶ δὲ καὶ ἐθνῶν; ναὶ καὶ ἐθνῶν· ἐπείπερ εἷς ὁ Θεὸς, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως.» λʹ. «Ἔφαγον καὶ προσεκύνησαν αὐτῷ πάντες οἱ πίονες τῆς γῆς, ἐνώπιον αὐτοῦ προπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς γῆν.» Οἱ γὰρ φαγόντες καὶ ἐμπλησθέντες, χάριν ὁμολογοῦντες περὶ τῆς ἀθανάτου τροφῆς, προσκυνήσουσιν ὡς Θεὸν τὸν τούτων γενόμενον χορηγόν. Καὶ ἐπειδὴ ἐν τῷ προτέρῳ στίχῳ τῶν πιόνων ἐμνημόνευσε μόνων, ἅτε δὴ τοιούτων ὑπὸ τῆς θείας ἐκείνης γεγενημένων τροφῆς, εἰκότως εἶπεν· «Ἐνώπιον αὐτοῦ προπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς γῆν.» Μετὰ γὰρ τὴν ἐκ νεκρῶν ἀνάστασιν, οἱ μὲν ἑκόντες, οἱ δὲ ἄκοντες, καὶ οἱ μὲν πόθῳ, οἱ δὲ φόβῳ, ταύτην τῷ Θεῷ προσοίσουσι τὴν προσκύνησιν, κατὰ τὴν ἀποστολικὴν ἐκείνην φωνήν· ὅτι «Αὐτῷ κάμψει πᾶν γόνυ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ πατρός.» λαʹ. «Καὶ ἡ ψυχή μου αὐτῷ ζῇ, καὶ τὸ σπέρμα μου δουλεύσει αὐτῷ.» Σπέρμα δὲ τοῦ Δεσπότου Χριστοῦ, οἱ διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας ἀναγεννώμενοι, καὶ τὸ τῆς υἱοθεσίας δεχόμενοι χάρισμα. Διὸ τὴν μὲν αὑτοῦ ψυχὴν αὐτῷ ζῇν, ἀλλ' οὐ δουλεύειν εἴρηκε, τὸ δὲ σπέρμα δουλεύειν. Ἡ γὰρ ληφθεῖσα φύσις ἡνώθη τῇ λαβούσῃ θεότητι, καὶ τῆς αὐτῆς δόξης μετείληχε καὶ τιμῆς. λβʹ. «Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ Κύριος.» Οὐ περὶ ταύτης, φησὶ, λέγω τῆς γενεᾶς, καθ' ἣν ἐγὼ ὁ Δαβὶδ ταῦτα προαγορεύω, ἀλλὰ περὶ τῆς ἐσομένης, καὶ τοῦ τεχθησομένου λαοῦ, ὃν αὐτὸς ὁ τῶν ὅλων συνεστήσατο Κύριος. Ὁ μὲν οὖν ταῦτα προηγόρευσεν ἅπαντα. Ἐγὼ δὲ τὴν Ἰουδαίων ἐμβροντησίαν θρηνῶ, ὅτι τοῖς θείοις λογίοις διηνεκῶς ἐντυγχάνοντες, τὴν ἐν τούτοις διαλάμπουσαν οὐ συνορῶσιν ἀλήθειαν, ἀλλ' εἰς τὸν Δαβὶδ εἰρῆσθαι τὸν Ψαλμὸν ἀποφαίνονται, τοῦ βοῶντος ἀκούοντες, «Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ, λαῷ τῷ τεχθησομένῳ,