Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1025
Not analysed yet
ὃν ἐποίησεν ὁ Κύριος· μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς· καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν. Καὶ ἔφαγον, καὶ προσεκύνησαν αὐτῷ πάντες οἱ πίονες τῆς γῆς.» Τούτων γὰρ οὐδὲν ἐπὶ τοῦ Δαβὶδ ὁρῶμεν γεγενημένον, οὐδὲ ἐπί τινος τῶν ἐκ Δαβίδ. Μόνος δὲ ὁ Δεσπότης Χριστὸς, ὁ ἐκ Δαβὶδ κατὰ σάρκα, ὁ ἐνανθρωπήσας Θεὸς Λόγος, ὁ ἐκ Δαβὶδ λαβὼν τὴν τοῦ δούλου μορφήν· πᾶσαν γὰρ γῆν καὶ θάλασσαν τῆς θεογνωσίας ἐπλήρωσε, καὶ πέπεικε τοὺς πάλαι πλανωμένους, καὶ τοῖς εἰδώλοις προσφέροντας τὴν προσκύνησιν, ἀντὶ τῶν οὐκ ὄντων τὸν ὄντα προσκυνῆσαι Θεόν. Ἀλλὰ τοὺς πρὸς τοὺς Ἰουδαίους λόγους καταλιπόντες, ἐπὶ τοὺς παρόντας ἀγῶνας, καὶ ἐπὶ τὴν τῶν λοιπῶν ψαλμῶν ἑρμηνείαν βαδίσωμεν. ΕΡΜΗΝ. ΤΟΥ ΚΒʹ ΨΑΛΜΟΥ. αʹ. Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαβίδ.» [ᾌδεται ὁ προκείμενος ψαλμὸς ἐκ προσώπου τῶν ἐθνῶν ἀγαλλομένων ἐπὶ τῷ ποιμᾶναι αὐτά· καὶ μὴν καὶ τὴν μυστικὴν ἐξηγοῦνται εὐωχίαν ἣν παρέθηκεν αὐτοῖς ὁ ποιμαίνων αὐτούς.] «Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει.» Τὴν αὐτὴν ἔχει καὶ ταῦτα τοῖς προερμηνευθεῖσι διάνοιαν. Εἰρηκὼς γὰρ ἐν τῷ πρὸ τούτου ψαλμῷ, «Φάγονται πένητες, καὶ ἐμπλησθήσονται, καὶ αἰνέσουσι Κύριον οἱ ἐκζητοῦντες αὐτόν·» καὶ πάλιν, «Ἔφαγον, καὶ προσεκύνησαν πάντες οἱ πίονες τῆς γῆς·» ὑποδείκνυσιν ἐνταῦθα τὸν τῆς τοιαύτης τροφῆς χορηγόν· καὶ καλεῖ τὸν τροφέα ποιμένα· Οὕτω γὰρ καὶ ὁ Δεσπότης Χριστὸς ἑαυτὸν προσηγόρευσεν· «Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλὸς, καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν.» Οὕτως ἑαυτὸν καὶ διὰ Ἰεζεκιὴλ ἐκάλεσε τοῦ προφήτου. Κἀνταῦθα τοίνυν ἅπαντες οἱ τῆς σωτηρίου τροφῆς ἀπολαύσαντες βοῶσι· «Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει.» Παντοδαπὴν γὰρ ἀπόλαυσιν ἀγαθῶν ὁ ποιμὴν οὗτος τοῖς ὑπ' αὐτοῦ ποιμαινομένοις χαρίζεται. βʹ. «Εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν.» Ἐπειδὴ ποιμένα τὸν τῶν ἀγαθῶν προσηγόρευσε χορηγὸν, εἰκότως καὶ τῆς τῶν προβάτων τροφῆς τροπικῶς ἐμνημόνευσε. Χλόην δὲ ἐνταῦθα τὴν ἱερὰν τῶν θείων λογίων διδασκαλίαν καλεῖ. Πρότερον γὰρ ἐκτρέφει τοῖς λόγοις, καὶ τότε τὴν μυστικωτέραν προσφέρει τροφήν. «Ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με.» Τὸ τῆς παλιγγενεσίας ὕδωρ αἰνίττεται, ἐν ᾧ βαπτιζόμενος ὁ τῆς χάριτος ἐφιέμενος, ἀποδύεται μὲν τὸ γῆρας τῆς ἁμαρτίας, νέος δὲ ἀντὶ γεγηρακότος ἀποτελεῖται.