Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1028
Not analysed yet
γʹ. «Τὴν ψυχήν μου ἐπέστρεψεν· ὡδήγησέ με ἐπὶ τρίβους δικαιοσύνης.» Τούτων δέ μοι, φησὶ, μεταδέδωκε, πρότερόν με τῆς πλάνης ἐλευθερώσας, καὶ τὴν εὐθεῖαν ὁδὸν παρασκευάσας ὁδεύειν. Ἕνεκεν τοῦ ὀνόματος αὑτοῦ. Ἅπαντα δὲ ταῦτα τῆς αὐτοῦ δῶρα φιλοτιμίας· οὐ γὰρ διὰ τὴν ἡμετέραν ἀρετὴν ἀπελαύσαμεν τούτων. Τοιοῦτον τοίνυν ἐπίκουρον ἔχων, καὶ πρόμαχον, οὐδὲ αὐτὰς δείσω τοῦ θανάτου τὰς πύλας, ἀλλὰ παντὸς θανάτου καταφρονήσω. Τοῦτο γὰρ ἐπήγαγεν δʹ. «Ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακὰ, ὅτι σὺ μετ' ἐμοῦ εἶ.» Προστίθησι δὲ τούτοις καὶ ἕτερα· «Ἡ ῥάβδος σου, καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν.» Τῇ μὲν γὰρ ὑπερείδει μου τὴν ἀσθένειαν, τῇ δὲ ποδηγεῖ πρὸς τὴν εὐθεῖαν ὁδόν· οὐκ ἂν δέ τις ἁμάρτοι, τὸν σωτήριον οὕτως ὀνομάζων σταυρόν. Τῇ γὰρ τούτου σφραγίδι καὶ μνήμῃ τῶν πολεμίων δαιμόνων ἀπαλλαττόμεθα, καὶ πρὸς τὴν ἀληθῆ ποδηγούμεθα τρίβον. [Καὶ τοῦτό ἐστι τὸ, Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν· ἀπὸ γὰρ δύο ῥάβδων συναγόμενος γίνεται σταυρός· τῇ μὲν ὀρθῇ βακτηρίᾳ ἡμᾶς τοὺς εἰς αὐτὸν πιστεύοντας στηρίζων καὶ εὐθύνων καὶ ἀσθενοῦντας ἐνισχύων· τῇ δὲ πλαγίᾳ ὡς ῥάβδῳ κατὰ τῶν δαιμόνων χρώμενος.] εʹ. «Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξεναντίας τῶν θλιβόντων με· ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου καὶ τὸ ποτήριόν σου μεθύσκον με ὡσεὶ κράτιστον.» Δῆλα ταῦτα τοῖς μεμυημένοις, καὶ ἑρμηνείας οὐδεμιᾶς δεόμενα. Ἴσασι γὰρ καὶ τὸ πνευματικὸν ἔλαιον, ᾧ τὴν κεφαλὴν ἐπιάνθησαν· καὶ τὴν κρατύνουσαν, ἀλλ' οὐ διαλύουσαν μέθην· καὶ τὴν μυστικὴν τροφὴν, ἣν προτίθησιν ἡμῖν ὁ πρὸς τῷ ποιμαίνειν καὶ νυμφίος γενόμενος. Τούτοις δὲ, φησὶ, τοῖς ἀγαθοῖς εἱστίασάς με, τῶν δυσμενῶν ἀνιωμένων καὶ τρυχομένων, ὅτι οἱ πάλαι σφίσι δουλεύοντες, τοσαύτης μεταβολῆς τετυχήκασιν. ϛʹ. «Καὶ τὸ ἔλεός σου καταδιώξεταί με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου· καὶ τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου εἰς μακρότητα ἡμερῶν.» Τούτων δὲ πρόξενος τῶν ἀγαθῶν ἡ ἄῤῥητός σου φιλανθρωπία, τὴν ἡμετέραν ἱκετείαν οὐκ ἀναμείνασα ἀλλὰ καθάπερ τινὰς φεύγοντας καταδιώξασά τε, καὶ φθάσασα, καὶ μεταδοῦσα τῆς σωτηρίας, καὶ τὴν ἐν τοῖς θείοις οἴκοις παρασχοῦσα διαγωγὴν, ἔν τε τῷ παρόντι βίῳ, καὶ ἐν τῷ μέλλοντι. Τοῦτο γὰρ παρεδή-