Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1029
Not analysed yet
λωσεν εἰρηκώς· «Εἰς μακρότητα ἡμερῶν,» τοῦτ' ἔστιν ἀεὶ, καὶ διηνεκῶς. Τοῦτο δὲ τοῖς αἰῶσιν ἐκείνοις ἁρμόττει, οἳ πέρας οὐκ ἔχουσιν. ΕΡΜΗΝ. ΤΟΥ ΚΓʹ ΨΑΛΜΟΥ. αʹ. «Ψαλμὸς τῷ Δαβίδ.» Ἐν ἐνίοις ἀντιγράφοις εὗρον, «τῆς μιᾶς τῶν Σαββάτων.» Ἐν δέ γε τῷ Ἑξαπλῷ τοῦτο οὐ πρόσκειται. Πλὴν ἵνα μηδὲ τοῦτο καταλίπωμεν ἀνερμήνευτον, εἰδέναι χρὴ ὡς τὴν δεσποτικὴν ἀνάστασιν προσημαίνει, μεθ' ἣν πᾶσα γῆ καὶ θάλασσα τὰς τῆς θεογνωσίας ἀκτῖνας ἐδέξατο· οὕτω δὲ καὶ ὁ ψαλμὸς προαγορεύει, καὶ πρὸς τούτῳ τὴν εἰς οὐρανοὺς ἄνοδον τοῦ Δεσπότου. «Τοῦ Κυρίου ἡ γῆ, καὶ τὸ πλήρωμα αὐτῆς· ἡ οἰκουμένη, καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ.» Ἐπειδὴ γὰρ ὑπελάμβανον Ἰουδαῖοι μόνης αὐτὸν δεσπόζειν τῆς Παλαιστίνης, καὶ μόνων αὐτῶν προμηθεῖσθαι, μόνων αὐτῶν ὄντα Θεὸν, εἰκότως ὁ προφητικὸς διδάσκει λόγος, ὅτι πάσης δεσπόζει τῆς οἰκουμένης. Δεσπόζει δὲ αὐτῆς, οὐχ ἁρπάσας τὴν ἐξουσίαν, οὐδὲ ἄλλον τινὰ τῆς δεσποτείας στερήσας· ἀλλ' αὐτὸς αὐτὴν δημιουργήσας, καὶ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγών. βʹ. «Αὐτὸς γὰρ ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν, καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν.» Διὰ τούτων δὲ, οὐ μόνον τὴν δημιουργίαν, ἀλλὰ καὶ τὴν πρόνοιαν δείκνυσι· φύσει γὰρ ἡ γῆ οὖσα ξηρὰ, ἀναλογοῦσαν νοτίδα δεδώρηται, ἔξωθεν μὲν καὶ διὰ μέσου τοῖς μεγίστοις αὐτὴν συνάψας πελάγεσι, ποταμοὺς δὲ ὅτι μάλιστα πλείστους, καὶ μεγίστους, καὶ μέντοι καὶ πηγὰς, ἐν μέσαις ταῖς ἠπείροις, τοὺς μὲν διατρέχειν ἀεὶ, τὰς δὲ ἀναβλυστάνειν παρασκευάσας. Οὕτω καὶ τοῦ Θεοῦ τὴν δεσποτείαν ὑποδείξας, καὶ τῶν ἐθνῶν τὴν ἐπίγνωσιν προθεσπίσας, τὴν περὶ τῆς ἀρετῆς προσφέρει παραίνεσιν, εἰς ἐρώτησιν καὶ ἀπόκρισιν πάλιν σχηματίσας τὸν λόγον. γʹ. «Τίς (γὰρ, φησὶν,) ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου; καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ;» Ὄρος δὲ ἐνταῦθα, οὐ τὸ ἐπίγειον λέγει τὸ τῆς Σιὼν, ἀλλὰ τὸ ἐπουράνιον, ὅπερ ὁ μακάριος ὑπέδειξε Παῦλος· «Προσεληλύθατε, λέγων, Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ.» Ἐπειδὴ γὰρ προεδίδαξεν, ὅτι ποιητής ἐστι καὶ δημιουργὸς ὁ τῶν ὅλων Θεὸς, εἰκότως τὴν πρὸς αὐτὸν φέρουσαν ὁδὸν δείκνυσι, καὶ ποιεῖται τὴν ἀπόκρισιν πρὸς τὴν ἐρώτησιν. δʹ. «Ἀθῶος χερσὶ, καὶ καθαρὸς τῇ καρδίᾳ· ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὑτοῦ, καὶ οὐκ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον αὑτοῦ.» Προσήκει, φησὶ, τὸν εἰς ἐκεῖνο τὸ ὄρος ἀναβῆναι ποθοῦντα, καὶ