Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1032
Not analysed yet
λογισμῶν ἀτόπων τὴν ψυχὴν, καθαρεύειν, καὶ πράξεων τοιουτοτρόπων ἐλευθέρας ἔχειν τὰς χεῖρας. Τὰς γὰρ δὴ χεῖρας, ἀντὶ πράξεων τέθεικε· διὰ δὲ τῆς καρδίας, τὰς ἐνθυμήσεις ᾐνίξατο. Τῇ μὲν γὰρ βουλευόμεθα, ταῖς δὲ πράττομεν. Προσήκει δὲ, φησὶ, τὸν τοιοῦτον μηδενὸς τῶν ῥεόντων καὶ φθειρομένων ἐφίεσθαι· ταῦτα γὰρ ἐκάλεσε μάταια· οὕτω γὰρ αὐτὰ καὶ ὁ Ἐκκλησιαστὴς ὀνομάζει, «Ματαιότης, λέγων, ματαιοτήτων, τὰ πάντα ματαιότης.» Καὶ ἐπειδὴ καὶ δόλος καὶ παράβασις ὅρκων τῇ φιλοχρηματίᾳ συνέζευκται, εἰκότως καὶ ταῦτα μετ' ἐκείνης ἀπαγορεύει· «Καὶ οὐκ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον αὑτοῦ.» Εἶτα δείκνυσι τὸν τῶν κατορθωμάτων τούτων καρπόν. εʹ. «Οὗτος λήψεται εὐλογίαν παρὰ Κυρίου, καὶ ἐλεημοσύνην παρὰ Θεοῦ σωτῆρος αὑτοῦ.» Κομιδῆ δὲ προσφυῶς τὴν ἐλεημοσύνην τῇ εὐλογίᾳ συνέζευξε. Καὶ γὰρ αἱ νομιζόμεναι ἀντιδόσεις διὰ μόνην τὴν θείαν φιλανθρωπίαν τοῖς ἀνθρώποις παρέχοντα. Πᾶσαι γὰρ τῶν ἀνθρώπων αἱ δικαιοσύναι, οὐδὲν πρὸς τὰς ἤδη δεδομένας ὑπὸ τοῦ Θεοῦ δωρεὰς ἀποχρῶσι, μήπου γε δὴ πρὸς τὰς ἐσομένας, αἳ καὶ λογισμὸν ἀνθρώπινον ὑπερβαίνουσιν. ϛʹ. Αὕτη ἡ γενεὰ ζητούντων τὸν Κύριον, ζητούντων τὸ πρόσωπον τοῦ Θεοῦ Ἰακώβ.» Οἱ κατὰ ταύτας, φησὶ, τὰς ὑποθήκας βιοῦν προαιρούμενοι, τῷ ὄντι ποθοῦσι τῆς ἀρετῆς τὸν νομοθέτην ἰδεῖν, ὃς πάλαι ποτὲ καὶ τὸν μέγαν Ἰακὼβ τῆς οἰκείας ἐπιφανείας ἠξίωσεν. Ἐν μὲν οὖν τῷ ἑνδεκάτῳ ψαλμῷ περὶ γενεᾶς ἑτέρας [ὁ Προφήτης διαλεγόμενος] πάσῃ κακίᾳ καὶ πονηρίᾳ συζώσης ἠντιβόλει τὸν Θεὸν λέγων· «Σὺ, Κύριε, φυλάξεις ἡμᾶς, καὶ διατηρήσεις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης καὶ εἰς τὸν αἰῶνα.» Ἐνταῦθα δὲ τἀναντία θεσπίζει· «Αὕτη ἡ γενεὰ ζητούντων τὸν Κύριον.» Μετὰ γὰρ τὴν ἐνανθρώπησιν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν, πᾶσα ἡ γῆ καὶ θάλασσα τῷ θείῳ πεισθεῖσα κηρύγματι, κατέλιπε μὲν τοὺς πατρῴους θεοὺς, τοῦ δὲ Ἰακὼβ ἐπιζητεῖ τὸν Θεόν. Οὕτω προαγορεύσας τῆς οἰκουμένης τὴν σωτηρίαν, διδάσκει λοιπὸν τοὺς τῇ πίστει προσεληλυθότας, ὡς οὐ μόνον ἀνέστη τοῦ θανάτου καταλύσας τὸ κράτος ὁ Δεσπότης Χριστὸς, ἀλλὰ καὶ εἰς οὐρανοὺς ἀνελήλυθεν. Ἐπειδὴ γὰρ ὁ πρῶτος καὶ εἰκοστὸς ψαλμὸς τὰ τῶν σωτηρίων παθημάτων εἶχε θεσπίσματα, καὶ τῆς τῶν ἐθνῶν σωτηρίας τὴν προφητείαν, εἰκότως πάλιν ἐνταῦθα τῶν ἐθνῶν μνημονεύσας, καὶ τὴν τούτων ἐπίγνωσιν χρησμῳδήσας, καὶ τὴν Δεσποτικὴν ἀνάληψιν προ-