Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1033
Not analysed yet
διαγράφει, καὶ δείκνυσιν ἡμῖν ἀγγέλων χοροὺς, τοὺς μὲν ἡγουμένους τοῦ Δεσπότου Χριστοῦ, τοὺς δὲ ἄνωθεν πυνθανομένους, καὶ μαθεῖν ἐφιεμένους τί τὸ παράδοξον θέαμα. ζʹ—ιʹ. Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι· καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Κύριος κραταιὸς καὶ δυνατὸς, Κύριος δυνατὸς ἐν πολέμῳ. Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι· καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Κύριος τῶν δυνάμεων, αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης.» Καί μοι θαυμαζέτω μηδεὶς ἄγνοιαν ἀκούων τῶν ἀοράτων δυνάμεων· οὔτε γὰρ προΐσασιν, οὔτε ἴσασιν ἄπαντα· μόνη δὲ ἡ θεία φύσις ταύτην ἔχει τὴν γνῶσιν. Ἄγγελοι δὲ καὶ ἀρχάγγελοι, καὶ αἱ ἄλλαι τῶν ἀοράτων δυνάμεων συμμορίαι, τοσαῦτα ἴσασιν, ὅσα διδάσκονται· οὗ δὴ χάριν καὶ ὁ θεῖος Ἀπόστολος περὶ αὐτῶν διαλεγόμενος ἔφη, ἵνα γνωρισθῇ νῦν ταῖς Ἀρχαῖς, καὶ ταῖς Ἐξουσίαις, ἐν τοῖς ἐπουρανίοις, διὰ τῆς Ἐκκλησίας, ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ. Εἰ δὲ καὶ διὰ τῶν κατὰ τὴν Ἐκκλησίαν τὴν θείαν σοφίαν κατέμαθον ἀκριβέστερον, οὐδὲν ἀπεικὸς ἀγνοεῖν τὰς ἄνω δυνάμεις [καὶ τῆς ἀναλήψεως τοῦ Χριστοῦ τὸ μυστήριον] φύσιν ἀνθρωπίνην ὁρώσας, καὶ τὴν ἐν αὐτῇ κεκρυμμένην οὐ θεωμένας θεότητα. Εἰ δὲ τοῦτο μὴ δοίη τις, ἐκ τῶν ἡρμηνευμένων ἐν τῷδε τῷ ψαλμῷ λαβέτω τὴν προκειμένην λύσιν. Καὶ γὰρ ἄνω ἐξ ἐρωτήσεως καὶ ἀποκρίσεως τὴν περὶ τῆς ἠθικῆς ἀρετῆς εἰσήγησιν ἐσχημάτισεν. εἰπών· «Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ;» Οὕτως ἐρωτήσας, ἐπήγαγε τὴν ἀπόκρισιν· «Ἀθῶος χερσὶ, καὶ καθαρὸς τῇ καρδίᾳ,» καὶ τὰ ἑξῆς. Τοιοῦτον κἀνταῦθα ἡγείσθω εἶναι τοῦ λόγου τὸ σχῆμα, καὶ τοὺς ἐρομένους μὴ ἀγνοοῦντας ἔρεσθαι νομιζέτω, ἀλλὰ πάντας ἀνθρώπους τῷδε τῷ κηρύγματι τοῦ ἀνιόντος διδάσκειν τὴν δεσποτείαν. Διό φασιν αἱ ἀποκρινόμεναι δυνάμεις, δόξης αὐτὸν εἶναι βασιλέα, ὡς τὴν παρὰ πάντων κομιζόμενον δόξαν, καὶ τὴν ἀληθῆ καὶ μόνιμον ἔχοντα βασιλείαν. Καλοῦσι δὲ αὐτὸν καὶ «Κύριον κραταιὸν, καὶ δυνατὸν ἐν πολέμῳ.» Κατέλυσε γὰρ τοῦ διαβόλου τὴν πικρὰν τυραννίδα, καὶ τῶν ὑπ' ἐκείνῳ τελούντων δαιμόνων τὴν ἀπάτην διέλυσεν. Αἰωνίους δὲ πύλας ἀνοιγῆναι παρακελεύονται, ὡς μηδέποτε τῇ φύσει τῶν ἀνθρώπων