Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1036
Not analysed yet
ὑπανοιγείσας. Οὐδεὶς γὰρ ἐκείνας τῶν ἀνθρώπων διεπέρασε πώποτε, ἀλλ' ὁ ἐνανθρωπήσας Θεὸς Λόγος, τὴν ἡμετέραν ἀναλαβὼν ἀπαρχὴν, ἀνήγαγέ τε εἰς οὐρανοὺς, καὶ ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλοσύνης ἐν τοῖς ὑψηλοῖς, ἐπάνω πάσης ἀρχῆς, καὶ ἐξουσίας, καὶ κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. Ὁ δὲ μέγας Ἠλίας ἀνελήφθη μὲν, ἀλλ' οὐκ εἰς τὸν οὐρανὸν, ἀλλ' ὡς εἰς τὸν οὐρανόν· οὕτω τῆς προτέρας πεύσεως καὶ ἀποκρίσεως γενομένης, αὖθις αἱ μὲν πυνθάνονται, αἱ δὲ ἀποκρίνονται καὶ μανθάνουσιν ὡς ὁ τῶν δυνάμεων Κύριος αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης, τουτέστιν ὁ ἀγγέλων καὶ ἀρχαγγέλων, καὶ πάσης τῆς ἀοράτου καὶ γενητῆς φύσεως, ποιητής ἐστι καὶ δημιουργός. ΕΡΜΗΝ. ΤΟΥ ΚΔʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαβίδ.» Ὁ ψαλμὸς οὗτος προσευχῆς ἔχει σχῆμα. Διά τοι τοῦτο, ὡς εἰκὸς, οὐδὲ ψαλμὸν ἡ ἐπιγραφὴ προσαγορεύει. Τινὲς δὲ τῶν συγγραφέων τῆς αἰχμαλωσίας προαγορευτικὸν ἔφασαν εἶναι, καὶ ὡς ἐξ ἐκείνων εἰρημένον ἡρμήνευσαν, τῷ τέλει μόνῳ προσεσχηκότες· «Λύτρωσαι γὰρ, φησὶν, ὁ Θεὸς, τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ. «Ἐγὼ δὲ ἡγοῦμαι τοῦτον εἰρῆσθαι τὸν ψαλμὸν ὑπὸ τοῦ μακαρίου Δαβὶδ, ἡνίκα πολλὰς ἔσχε πολεμίων ἐπαναστάσεις. Οὗ δὴ χάριν καὶ παλαιῶν καὶ νέων ποιεῖται μνήμην ἁμαρτημάτων, καὶ τούτων ἀπαλλαγῆναι παρακαλεῖ. Εἰσηγεῖται δὲ καὶ παραίνεσιν ἀνθρώποις ὠφέλιμον. [Ἁρμόζει δὲ μάλιστα ὁ προκείμενος ψαλμὸς τοῖς ἐξ ἐθνῶν κεκλημένοις, καὶ πολλὴν ἀκολουθίαν ἔχει πρὸς τὸν πρὸ αὐτοῦ.] «Πρὸς σὲ, Κύριε, ἦρα τὴν ψυχήν μου. Ὁ Θεός μου, ἐπὶ σοὶ πέποιθα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα. Μηδὲ καταγελασάτωσάν με οἱ ἐχθροί μου.» Πάντοθεν ὑπὸ μυρίων περιστοιχιζόμενος δυσμενῶν, σοὶ τὴν ἐμαυτοῦ, Δέσποτα, προσφέρω ψυχὴν, καὶ τῆς σῆς βοηθείας ἐξήρτημαι, μὴ διηνεκῶς ἐν αἰσχύνῃ διάγειν, καὶ ἐπίχαρτος εἶναι τοῖς πολεμίοις, ἀντιβολῶν. «Καὶ γὰρ πάντες οἱ ὑπομένοντές σε οὐ μὴ καταισχυνθῶσιν. [δʹ.] Αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες διακενῆς.» Ἔχω, φησὶ, τῆς ἐλπίδος ἐχέγγυον ἱκανὸν, τοὺς ἤδη σοι πεπιστευκότας, καὶ τῆς σῆς ῥοπῆς ἀπολαύσαντας. Τούτων μὲν γὰρ εἴωθας προμηθεῖσθαι, καταισχύνειν δὲ τοὺς παρανομίᾳ συζῶντας. Ἐπισημήνασθαι δὲ προσήκει, ὅτι οὐ τοὺς ἁμαρτάνοντας, ἀλλὰ καὶ τοὺς διακενῆς ἀνομοῦντας, αἰσχύνης ἔφησεν ἀναπίμπλασθαι. Οὐ γὰρ πάντες πλημ-